Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 8

6.6 βλέποντες δὲ εἰς τὴν σκηνὴν ἔνδον ἐνόμιζον οὐκ ἀνθρώπους ἀλλὰ φόρτον εἶναι πολυτελῆ, καὶ ἄλλος ἄλλο τι ἐμαντεύετο, πάντα δὲ μᾶλλον ἢ τὸ ἀληθὲς εἴκαζον· καὶ γὰρ ἦν ἄπιστον ὡς ἀληθῶς, ἤδη πεπεισμένων αὐτῶν ὅτι Χαιρέας τέθνηκε, ζῶντα δόξαι καταπλεῖν καὶ μετὰ τοσαύτης πολυτελείας.
6.7 οἱ μὲν οὖν Χαιρέου γονεῖς οὐδὲ προῄεσαν ἐκ τῆς οἰκίας, Ἑρμοκράτης δὲ ἐπολιτεύετο μέν, ἀλλὰ πενθῶν, καὶ τότε εἱστήκει μέν, λανθάνων δέ. πάντων δὲ ἀπορούντων καὶ τοὺς ὀφθαλμοὺς ἐκτετακότων αἰφνίδιον εἱλκύσθη τὰ παραπετάσματα, καὶ ὤφθη Καλλιρόη μὲν ἐπὶ χρυσηλάτου κλίνης ἀνακειμένη, Τυρίαν ἀμπεχομένη πορφύραν, Χαιρέας δὲ αὐτῇ παρακαθήμενος, σχῆμα ἔχων στρατηγοῦ.
6.8 οὔτε βροντή ποτε οὕτως ἐξέπληξε τὰς ἀκοὰς οὔτε ἀστραπὴ τὰς ὄψεις τῶν ἰδόντων, οὔτε θησαυρὸν εὑρών τις χρυσίου τοσοῦτον ἐξεβόησεν, ὡς τότε τὸ πλῆθος, ἀπροσδοκήτως ἰδὸν θέαμα λόγου κρεῖττον. Ἑρμοκράτης δὲ ἀνεπήδησεν ἐπὶ τὴν σκηνὴν καὶ περιπτυξάμενος τὴν θυγατέρα εἶπε “ζῇς, τέκνον, ἢ καὶ τοῦτο πεπλάνημαι;” “ζῶ, πάτερ, νῦν ἀληθῶς, ὅτι σε ζῶντα τεθέαμαι.” δάκρυα πᾶσιν ἐχεῖτο μετὰ χαρᾶς.
6.9 Μεταξὺ δὲ Πολύχαρμος ἐπικαταπλεῖ ταῖς ἄλλαις τριήρεσιν· αὐτὸς γὰρ ἦν πεπιστευμένος τὸν ἄλλον στόλον ἀπὸ Κύπρου διὰ τὸ μηκέτι Χαιρέαν ἄλλῳ τινὶ σχολάζειν δύνασθαι πλὴν Καλλιρόῃ μόνῃ.
6.10 ταχέως οὖν ὁ λιμὴν ἐπληροῦτο, καὶ ἦν ἐκεῖνο τὸ σχῆμα τὸ μετὰ τὴν ναυμαχίαν τὴν Ἀττικήν· καὶ αὗται γὰρ αἱ τριήρεις ἐκ πολέμου κατέπλεον ἐστεφανωμέναι, χρησάμεναι Συρακοσίῳ στρατηγῷ· συνεμίχθησαν δὲ αἱ φωναὶ τῶν ἀπὸ τῆς θαλάσσης τοὺς ἀπὸ γῆς ἀσπαζομένων καὶ πάλιν ἐκείνων τοὺς ἐκ θαλάσσης, εὐφημίαι τε καὶ ἔπαινοι καὶ συνευχαὶ πυκναὶ παρʼ ἀμφοτέρων πρὸς ἀλλήλους. ἧκε δὲ μεταξὺ φερόμενος καὶ ὁ Χαιρέου πατήρ, λιποψυχῶν ἐκ τῆς παραδόξου χαρᾶς.
6.11 ἐπεκυλίοντο δὲ ἀλλήλοις συνέφηβοι καὶ συγγυμνασταί, Χαιρέαν ἀσπάσασθαι θέλοντες, Καλλιρόην δὲ αἱ ναῖκες. Ἔδοξε δὲ ἔτι καλλίων ἑαυτῆς Καλλιρρόη γεγονέναι, ὥστε ἀληθῶς εἶπες ἂν αὐτὴν ὁρᾶν τὴν Ἀφροδίτην ἀναδυομένην ἐκ τῆς θαλάσσης. Προσελθὼν δὲ Χαιρέας τῷ Ἑρμοκράτει καὶ τῷ πατρὶ. “παραλάβετε” ἔφη “τὸν πλοῦτον τοῦ μεγάλου βασιλέως.”

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi