Kitap 8
6.12
Καὶ εὐθὺς ἐκέλευσεν ἐκκομίζεσθαι ἄργυρον καὶ χρυσὸν ἀναρίθμητον, εἶτα ἐλέφαντα καὶ ἤλεκτρον καὶ ἐσθῆτα καὶ πᾶσαν ὕλης τέχνης τε πολυτέλειαν ἐπέδειξε Συρακουσίοις καὶ κλίνην καὶ τράπεζαν τοῦ μεγάλου βασιλέως, ὥστε ἐνεπλήσθη πᾶσα ἡ πόλις οὐχ ὡς πρότερον ἐκ τοῦ πολέμου τοῦ Σικελικοῦ πενίας Ἀττικῆς, ἀλλά, τὸ καινότατον ἐν εἰρήνῃ, λαφύρων Μηδικῶν.
7.1
Ἀθρόον δὲ τὸ πλῆθος ἀνεβόησεν “ἀπίωμεν εἰς τὴν ἐκκλησίαν·” ἐπεθύμουν γὰρ αὐτοὺς καὶ ἰδεῖν καὶ ἀκοῦσαι· λόγου δὲ θᾶττον ἐπληρώθη τὸ θέατρον ἀνδρῶν τε καὶ γυναικῶν. Εἰσελθόντος δὲ μόνου Χαιρέου πᾶσαι καὶ πάντες ἐπεβόησαν “Καλλιρρόην παρακάλει.” Ἑρμοκράτης δὲ καὶ τοῦτο ἐδημαγώγησεν,
7.2
εἰσάγων καὶ τὴν θυγατέρα. Πρῶτον οὖν ὁ δῆμος εἰς τὸν οὐρανὸν ἀναβλέψας εὐφήμει τοὺς θεοὺς καὶ χάριν ἠπίστατο μᾶλλον ὑπὲρ τῆς ἡμέρας ταύτης ἢ τῆς τῶν ἐπινικίων· εἶτα ποτὲ μὲν ἐσχίζοντο, καὶ οἱ μὲν ἄνδρες ἐπῄνουν Χαιρέαν αἱ δὲ γυναῖκες Καλλιρρόην, ὁτὲ δ’ αὖ πάλιν ἀμφοτέρους κοινῇ· καὶ τοῦτο ἐκείνοις ἥδιον ἦν.
7.3
Καλλιρρόην μὲν οὖν ὡς ἂν ἐκ πλοῦ καὶ ἀγωνίας εὐθὺς ἀσπασαμένην τὴν πατρίδα ἀπήγαγον ἐκ τοῦ θεάτρου, Χαιρέαν δὲ κατεῖχε τὸ πλῆθος, ἀκοῦσαι βουλόμενον πάντα τὰ τῆς ἀποδημίας διηγήματα. Κἀκεῖνος ἀπὸ τῶν τελευταίων ἤρξατο, λυπεῖν οὐ θέλων ἐν τοῖς πρώτοις καὶ σκυθρωποῖς τὸν λαόν. Ὁ δὲ δῆμος ἐνεκελεύετο “ἐρωτῶμεν, ἄνωθεν ἄρξαι, πάντα ἡμῖν λέγε,
7.4
μηδὲν παραλίπῃς.” Ὤκνει Χαιρέας, ὡς ἂν ἐπὶ πολλοῖς τῶν οὐ κατὰ γνώμην συμβάντων αἰδούμενος, Ἑρμοκράτης δὲ ἔφη “μηδὲν αἰδεσθῇς, ὦ τέκνον, κἂν λέγῃς τι λυπηρότερον ἢ μικρότερον ἡμῶν· τὸ γὰρ τέλος λαμπρὸν γενόμενον ἐπισκοτεῖ τοῖς προτέροις ἅπασι, τὸ δὲ μὴ ῥηθὲν ὑπόνοιαν ἔχει χαλεπωτέραν ἐξ αὐτῆς τῆς σιωπῆς.
7.5
Πατρίδι λέγεις καὶ γονεῦσιν, ὧν ἰσόρροπος ἡ πρὸς ἀμφοτέρους ὑμᾶς φιλοστοργία. Τὰ μὲν οὖν πρῶτα τῶν διηγημάτων ἤδη καὶ ὁ δῆμος ἐπίσταται, καὶ γὰρ τὸν γάμον ὑμῶν αὐτὸς ἔζευξε·
7.6
τὴν τῶν ἀντιμνηστευομένων ἐπιβουλὴν εἰς ψευδῆ ζηλοτυπίαν καὶ ὡς καιρίως ἔπληξας τὴν γυναῖκα πάντες ἔγνωμεν καὶ ὅτι δόξασα τεθνάναι πολυτελῶς ἐκηδεύθη, σὺ δὲ εἰς φόνου δίκην ὑπαχθεὶς σεαυτοῦ κατεψηφίσω, συναποθανεῖν θέλων τῇ γυναικί.