Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 8

8.2 τούτοις τὸ πλῆθος, εἶπε δὲ Χαιρέας “ἐπιτρέψατε ἐμοὶ τὰ ἑξῆς σιωπᾶν, σκυθρωπότερα γάρ ἐστι τῶν πρώτων·” ὁ δὲ δῆμος ἐξεβόησε “λέγε πάντα.” Καὶ ὃς ἔλεγεν “ὁ πριάμενος ἡμᾶς, δοῦλος Μιθριδάτου, στρατηγοῦ Καρίας, ἐκέλευσε σκάπτειν ὄντας πεπεδημένους. Ἐπεὶ δὲ τὸν δεσμοφύλακα τῶν δεσμωτῶν ἀπέκτεινάν τινες, ἀνασταυρωθῆναι πάντας ἡμᾶς Μιθριδάτης ἐκέλευσε.
8.3 Κἀγὼ μὲν ἀπηγόμην· μέλλων δὲ βασανίζεσθαι Πολύχαρμος εἶπέ μου τοὔνομα καὶ Μιθριδάτης ἐγνώρισε· Διονυσίου γὰρ ξένος γενόμενος ἐν Μιλήτῳ, Χαιρέου θαπτομένου παρῆν· πυθομένη γὰρ Καλλιρρόη τὰ περὶ τὴν τριήρη καὶ τοὺς λῃστάς, κἀμὲ δόξασα τεθνάναι, τάφον ἔχωσέ μοι πολυτελῆ.
8.4 Ταχέως οὖν ὁ Μιθριδάτης ἐκέλευσε καθαιρεθῆναί με τοῦ σταυροῦ σχεδὸν ἤδη πέρας ἔχοντα, καὶ ἔσχεν ἐν τοῖς φιλτάτοις· ἀποδοῦναι δέ μοι Καλλιρρόην ἔσπευδε καὶ ἐποίησέ με γράψαι πρὸς αὐτήν.
8.5 Ἀμελείᾳ δὲ τοῦ διακονουμένου τὴν ἐπιστολὴν ἔλαβεν αὐτὸς Διονύσιος· ἐμὲ δὲ ζῆν οὐκ ἐπίστευεν, ἐπίστευε δὲ Μιθριδάτην ἐπιβουλεύειν αὑτοῦ τῇ γυναικί, καὶ εὐθὺς αὐτῷ μοιχείαν ἐγκαλῶν ἐπέστειλε βασιλεῖ· βασιλεὺς δὲ ἀνεδέξατο τὴν δίκην καὶ πάντας ἐκάλεσε πρὸς αὑτόν.
8.6 Οὕτως ἀνέβημεν εἰς Βαβυλῶνα. Καὶ Καλλιρρόην μὲν Διονύσιος ἄγων περίβλεπτον ἐποίησε κατὰ τὴν Ἀσίαν ὅλην θαυμαζομένην, ἐμὲ δὲ Μιθριδάτης ἐπηγάγετο· γενόμενοι δὲ ἐκεῖ μεγάλην ἐπὶ βασιλέως δίκην εἴπομεν. Μιθριδάτην μὲν οὖν εὐθὺς ἀπέλυσεν, ἐμοὶ δὲ καὶ Διονυσίῳ διαδικασίαν περὶ τῆς γυναικὸς ἐπήγγειλε, Καλλιρρόην παραθέμενος ἐν τῷ μεταξὺ Στατείρᾳ τῇ βασιλίδι.
8.7 Ποσάκις, ἄνδρες Συρακούσιοι, δοκεῖτε, θάνατον ἐβουλευσάμην ἀπεζευγμένος τῆς γυναικός, εἰ μή με Πολύχαρμος ἔσωσεν ὁ μόνος ἐν πᾶσι φίλος πιστός; Καὶ γὰρ βασιλεὺς ἠμελήκει τῆς δίκης, ἔρωτι Καλλιρρόης φλεγόμενος.
8.8 Ἀλλ’ οὔτε ἔπεισε οὔτε ὕβρισεν· εὐκαίρως δὲ Αἴγυπτος ἀποστᾶσα βαρὺν ἐκίνησε πόλεμον, ἐμοὶ δὲ μεγάλων ἀγαθῶν αἴτιον. Καλλιρρόην μὲν γὰρ ἡ βασιλὶς ἐπήγετο, ψευδῆ δὲ ἀκούσας ἀγγελίαν ἐγὼ φήσαντός τινος ὅτι Διονυσίῳ παρεδόθη, θέλων ἀμύνασθαι βασιλέα, πρὸς τὸν Αἰγύπτιον αὐτομολήσας ἔργα μεγάλα διεπραξάμην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi