Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 8

8.9 Καὶ γὰρ Τύρον δυσάλωτον οὖσαν ἐχειρωσάμην αὐτὸς καὶ ναύαρχος ἀποδειχθεὶς κατεναυμάχησα τὸν μέγαν βασιλέα καὶ Ἀράδου κύριος ἐγενόμην, ἔνθα καὶ τὴν βασιλίδα καὶ τὸν πλοῦτον, ὃν ἑωράκατε, βασιλεὺς ἀπέθετο.
8.10 Ἐδυνάμην οὖν καὶ τὸν Αἰγύπτιον ἀποδεῖξαι πάσης τῆς Ἀσίας δεσπότην, εἰ %5μὴ χωρὶς ἐμοῦ μαχόμενος ἀνῃρέθη. Τὸ δὲ λοιπὸν φίλον ὑμῖν ἐποίησα τὸν μέγαν βασιλέα, τὴν γυναῖκα δωρησάμενος αὐτῷ καὶ Περσῶν τοῖς ἐντιμοτάτοις μητέρας τε καὶ ἀδελφὰς καὶ γυναῖκας καὶ θυγατέρας πέμψας.
8.11 Αὐτὸς δὲ Ἕλληνας τοὺς ἀρίστους Αἰγυπτίων τε τοὺς θέλοντας ἤγαγον ἐνθάδε. Ἐλεύσεται καὶ ἄλλος στόλος ἐξ Ἰωνίας ὑμέτερος· ἄξει δὲ αὐτὸν ὁ Ἑρμοκράτους ἔγγονος.”
8.12 Εὐχαὶ παρὰ πάντων ἐπὶ τούτοις ἐπηκολούθησαν. Καταπαύσας δὲ τὴν βοὴν Χαιρέας εἶπεν “ἐγὼ καὶ Καλλιρρόη χάριν ἔχομεν ἐφ’ ἡμῶν Πολυχάρμῳ τῷ φίλῳ· καὶ γὰρ εὔνοιαν ἐπεδείξατο καὶ πίστιν ἀληθεστάτην πρὸς ἡμᾶς· κἂν ὑμῖν δοκῇ, δῶμεν αὐτῷ γυναῖκα τὴν ἀδελφὴν τὴν ἐμήν· προῖκα δὲ ἔξει μέρος
8.13 τῶν λαφύρων.” Ἐπηυφήμησεν ὁ δῆμος “ἀγαθῷ ἀνδρὶ Πολυχάρμῳ, φίλῳ πιστῷ, ὁ δῆμός σοι χάριν ἐπίσταται. Τὴν πατρίδα εὐηργέτηκας· ἄξιος Ἑρμοκράτους καὶ Χαιρέου.” Μετὰ ταῦτα πάλιν Χαιρέας εἶπε “καὶ τούσδε τοὺς τριακοσίους, Ἕλληνας ἄνδρας, στρατὸν ἐμὸν ἀνδρεῖον, δέομαι ὑμῶν, πολίτας ποιήσατε.” Πάλιν ὁ δῆμος ἐπεβόησεν “ἄξιοι μεθ’ ἡμῶν πολιτεύεσθαι·
8.14 χειροτονείσθω ταῦτα.” Ψήφισμα ἐγράφη καὶ εὐθὺς ἐκεῖνοι καθίσαντες μέρος ἦσαν τῆς ἐκκλησίας. Καὶ Χαιρέας ἐδωρήσατο τάλαντον ἑκάστῳ, τοῖς δὲ Αἰγυπτίοις ἀπένειμε χώραν Ἑρμοκράτης, ὥστε ἔχειν αὐτοὺς γεωργεῖν.
8.15 Ἕως δὲ ἦν τὸ πλῆθος ἐν τῷ θεάτρῳ, Καλλιρρόη, πρὶν εἰς τὴν οἰκίαν εἰσελθεῖν, εἰς τὸ τῆς Ἀφροδίτης ἱερὸν ἀφίκετο. Λαβομένη δὲ αὐτῆς τῶν ποδῶν καὶ ἐπιθεῖσα τὸ πρόσωπον καὶ λύσασα τὰς κόμας, καταφιλοῦσα “χάρις σοὶ” φησίν, “Ἀφροδίτη· πάλιν γάρ μοι Χαιρέαν ἐν Συρακούσαις ἔδειξας, ὅπου καὶ παρθένος εἶδον αὐτὸν σοῦ θελούσης.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi