Kitap 8
2.9
Σκεπτομένου δὲ αὐτοῦ περὶ τῶν ἑξῆς ἀπήγγειλαν οἱ ἱερεῖς ʽοἱ αὐτοὶ δέ εἰσι καὶ μάντεισ̓ ὅτι καλὰ γέγονε τὰ ἱερεῖα. Τότε οὖν θαρρήσας ἐκάλεσε τοὺς τριηράρχους καὶ τοὺς Ἕλληνας τοὺς τριακοσίους καὶ ὅσους τῶν Αἰγυπτίων εὔνους ἑώρα πρὸς αὑτὸν καὶ ἔλεξεν ὧδε “Ἄνδρες συστρατιῶται καὶ φίλοι,
2.10
κοινωνοὶ μεγάλων κατορθωμάτων, ἐμοὶ καὶ εἰρήνη καλλίστη καὶ πόλεμος ἀσφαλέστατος μεθ’ ὑμῶν· πείρᾳ γὰρ μεμαθήκαμεν ὅτι ὁμονοοῦντες ἐκρατήσαμεν τῆς θαλάσσης· καιρὸς δὲ ὀξὺς ἐφέστηκεν ἡμῖν εἰς τὸ βουλεύσασθαι περὶ τοῦ μέλλοντος ἀσφαλοῦς· ἴστε γὰρ ὅτι ὁ μὲν Αἰγύπτιος ἀνῄρηται μαχόμενος, κρατεῖ δὲ βασιλεὺς ἁπάσης τῆς γῆς, ἡμεῖς δὲ ἀπειλήμμεθα ἐν μέσοις τοῖς πολεμίοις.
2.11
Εἶτα οὖν συμβουλεύει τις ἡμῖν ἀπιέναι πρὸς βασιλέα καὶ εἰς τὰς ἐκείνου χεῖρας φέροντας αὑτοὺς ἐμβαλεῖν;” Ἀνεβόησαν εὐθὺς ὡς πάντα μᾶλλον ἢ τοῦτο ποιητέον. “Ποῖ τοίνυν ἄπιμεν; πάντα γάρ ἐστιν ἡμῖν πολέμια καὶ οὐκέτι οὐδὲ τῇ θαλάττῃ προσήκει πιστεύειν, τῆς γῆς κρατουμένης ὑπὸ τῶν πολεμίων· οὐ δήπου γὰρ ἀναπτῆναι δυνάμεθα”
2.12
Σιωπῆς ἐπὶ τούτοις γενομένης Λακεδαιμόνιος ἀνήρ, Βρασίδου συγγενής, κατὰ μεγάλην ἀνάγκην τῆς Σπάρτης ἐκπεσών, πρῶτος ἐτόλμησεν εἰπεῖν “τί δὲ ζητοῦμεν ποῖ φύγωμεν βασιλέα; ἔχομεν γὰρ θάλασσαν καὶ τριήρεις· ἀμφότερα δὲ ἡμᾶς εἰς Σικελίαν ἄγει καὶ Συρακούσας, ὅπου οὐ μόνον Πέρσας οὐκ ἂν δείσαιμεν,
2.13
ἀλλ’ οὐδὲ Ἀθηναίους.” Ἐπῄνεσαν πάντες τὸν λόγον· μόνος Χαιρέας προσεποιεῖτο μὴ συγκατατίθεσθαι, τὸ μῆκος τοῦ πλοῦ προφασιζόμενος, τὸ δὲ ἀληθὲς ἀποπειρώμενος εἰ βεβαίως αὐτοῖς δοκεῖ. Σφόδρα δὲ ἐγκειμένων καὶ πλεῖν ἤδη θελόντων “ἀλλ’ ὑμεῖς μέν, ἄνδρες Ἕλληνες, βουλεύεσθε καλῶς καὶ χάριν ὑμῖν ἔχω τῆς εὐνοίας τε καὶ πίστεως· οὐκ ἐάσω δὲ ὑμᾶς μετανοῆσαι, θεῶν προσλαμβανομένων.
2.14
Τοὺς δὲ Αἰγυπτίους ʽπολλοὶ γάρ εἰσιν’ οὐ προσῆκεν ἄκοντας βιάζεσθαι· καὶ γὰρ γυναῖκας καὶ τέκνα ἔχουσιν οἱ πλείους, ὧν οὐκ ἂν ἡδέως ἀποσπασθεῖεν. Κατασπαρέντες οὖν εἰς τὸ πλῆθος διαπυνθάνεσθαι ἑκάστου σπεύσατε, ἵνα μόνον τοὺς ἑκόντας παραλάβωμεν.”