Thesauros Edebiyat novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Kitap 8

4.1 Τίς ἂν φράσειε τὴν ἡμέραν ἐκείνην πόσας ἔσχε πράξεις, πόσα πάθη διάφορα, εὐχομένων, συντασσομένων, χαιρόντων, λυπουμένων, ἀλλήλοις ἐντολὰς διδόντων, τοῖς οἴκοι γραφόντων; Ἔγραψε δὲ καὶ Χαιρέας ἐπιστολὴν πρὸς βασιλέα τοιαύτην Σὺ μὲν ἔμελλες τὴν δίκην κρίνειν,
4.2 ἐγὼ δὲ ἤδη νενίκηκα παρὰ τῷ δικαιοτάτῳ δικαστῇ· πόλεμος γὰρ ἄριστος κριτὴς τοῦ κρείττονός τε καὶ χείρονος. Οὗτός μοι ἀποδέδωκεν οὐ μόνον τὴν γυναῖκα τὴν ἐμήν, ἀλλὰ καὶ τὴν σήν.
4.3 Οὐκ ἐμιμησάμην δέ σου τὴν βραδυτῆτα, ἀλλὰ ταχέως σοι μηδὲ ἀπαιτοῦντι Στάτειραν ἀποδίδωμι καθαρὰν καὶ ἐν αἰχμαλωσίᾳ μείνασαν βασιλίδα. Ἴσθι δὲ οὐκ ἐμέ σοι τὸ δῶρον ἀλλὰ Καλλιρρόην ἀποστέλλουσαν. Ἀνταπαιτοῦμεν δέ σε χάριν Αἰγυπτίοις διαλλαγῆναι· πρέπει γὰρ βασιλεῖ μάλιστα πάντων ἀνεξικακεῖν. Ἕξεις δὲ στρατιώτας ἀγαθοὺς φιλοῦντάς σε· τοῦ γὰρ ἐμοὶ συνακολουθεῖν ὡς φίλοι παρὰ σοὶ μᾶλλον εἵλοντο μένειν.
4.4 Ταῦτα μὲν ἔγραψε Χαιρέας, ἔδοξε δὲ καὶ Καλλιρρόῃ δίκαιον εἶναι καὶ εὐχάριστον Διονυσίῳ γράψαι. Τοῦτο μόνον ἐποίησε δίχα Χαιρέου· εἰδυῖα γὰρ αὐτοῦ τὴν ἔμφυτον ζηλοτυπίαν ἐσπούδαζε λαθεῖν. Λαβοῦσα δὲ γραμματίδιον ἐχάραξεν οὕτως ΚΑΛΛΙΡΡΟΗ ΔΙΟΝΥΣΙΩι ΕΥΕΡΓΕΤΗι ΧΑΙΡΕΙΝ Σὺ γὰρ εὐεργέτης ἐμός,
4.5 ὁ καὶ λῃστείας καὶ δουλείας με ἀπαλλάξας. Δέομαί σου, μηδὲν ὀργισθῇς· εἰμὶ γὰρ τῇ ψυχῇ μετὰ σοῦ διὰ τὸν κοινὸν υἱόν, ὃν παρακατατίθημί σοι ἐκτρέφειν τε καὶ παιδεύειν ἀξίως ἡμῶν. Μὴ λάβῃ δὲ πεῖραν μητρυιᾶς· ἔχεις οὐ μόνον υἱόν, ἀλλὰ καὶ θυγατέρα· ἀρκεῖ σοι δύο τέκνα.
4.6 Ὃν γάμῳ ζεῦξον, ὅταν ἀνὴρ γένηται, καὶ πέμψον αὐτὸν εἰς Συρακούσας, ἵνα καὶ τὸν πάππον θεάσηται. Ἀσπάζομαί σε, Πλαγγών. Ταῦτά σοι γέγραφα τῇ ἐμῇ χειρί. Ἔρρωσο, ἀγαθὲ Διονύσιε, καὶ Καλλιρρόης μνημόνευε τῆς σῆς.
4.7 Σφραγίσασα δὲ τὴν ἐπιστολὴν ἀπέκρυψεν ἐν τοῖς κόλποις καὶ ὅτε ἔδει λοιπὸν ἀνάγεσθαι καὶ ταῖς τριήρεσι πάντας ἐμβαίνειν, αὐτὴ χεῖρα δοῦσα τῇ Στατείρᾳ εἰς τὸ πλοῖον εἰσήγαγε. Κατεσκευάκει δὲ Δημήτριος ἐν τῇ νηὶ σκηνὴν βασιλικήν, πορφυρίδα καὶ χρυσοϋφῆ Βαβυλώνια περιθείς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi