Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 1

11.1 Τοιαῦτα δὲ αὐτῶν παιζόντων τοιάνδε σπουδὴν Ἔρως ἀνέπλασε. Λύκαινα τρέφουσα σκύμνους νέους ἐκ τῶν πλησίον ἀγρῶν ἐξ ἄλλων ποιμνίων πολλάκις ἥρπαζε, πολλῆς τροφῆς ἐς ἀνατροφὴν τῶν σκύμνων δεομένη.
11.2 Συνελθόντες οὖν οἱ κωμῆται νύκτωρ σιροὺς ὀρύττουσι τὸ εὖρος ὀργυιᾶς, τὸ βάθος τεττάρων. Τὸ μὲν δὴ χῶμα τὸ πολὺ σπείρουσι κομίσαντες μακράν, ξύλα δὲ ξηρὰ μακρὰ τείναντες ὑπὲρ τοῦ χάσματος τὸ περιττὸν τοῦ χώματος κατέπασαν τῆς πρότερον γῆς εἰκόνα, ὥστε κἂν λαγὼς ἐπιδράμῃ, κατακλᾷ τὰ ξύλα καρφῶν ἀσθενέστερα ὄντα, καὶ τότε παρέχει μαθεῖν ὅτι γῆ οὐκ ἦν, ἀλλὰ ἐμεμίμητο γῆν. Τοιαῦτα πολλὰ ὀρύγματα κἀν τοῖς ὄρεσι κἀν τοῖς πεδίοις ὀρύξαντες τὴν μὲν λύκαιναν οὐκ εὐτύχησαν λαβεῖν· αἰσθάνεται γὰρ γῆς σεσοφισμένης· πολλὰς δὲ αἶγας καὶ ποίμνια διέφθειραν, καὶ Δάφνιν παρ’ ὀλίγον ὧδε.
12.1 Τράγοι παροξυνθέντες ἐς μάχην συνέπεσον. Τῷ οὖν ἑτέρῳ τὸ ἕτερον κέρας βιαιοτέρας γενομένης συμβολῆς θραύεται, καὶ ἀλγήσας φριμαξάμενος ἐς φυγὴν ἐτράπετο· ὁ δὲ νικῶν κατʼ ἴχνος ἑπόμενος ἄπαυστον ἐποίει τὴν φυγήν. Ἀλγεῖ Δάφνις περὶ τῷ κέρατι καὶ τῇ θρασύτητι ἀχθεσθεὶς τὴν καλαύροπα λαβὼν ἐδίωκε τὸν διώκοντα.
12.2 Οἷα δὲ τοῦ μὲν ὑπεκφεύγοντος, τοῦ δὲ ὀργῇ διώκοντος οὐκ ἀκριβὴς ἦν τῶν ἐν ποσὶν ἡ πρόσοψις, ἀλλὰ κατὰ τοῦ χάσματος ἄμφω πίπτουσιν, ὁ τράγος πρότερος, ὁ Δάφνις δεύτερος. Τοῦτο καὶ ἔσωσε Δάφνιν, χρήσασθαι τῆς καταφορᾶς ὀχήματι τῷ τράγῳ.
12.3 Ὁ μὲν δὴ τὸν ἀνιμησόμενον, εἴ τις ἄρα γένοιτο, δακρύων ἀνέμενεν· ἡ δὲ Χλόη θεασαμένη τὸ συμβὰν δρόμῳ παραγίνεται πρὸς τὸν σιρόν, καὶ μαθοῦσα ὅτι ζῇ, καλεῖ τινὰ βουκόλον ἐκ τῶν ἀγρῶν τῶν πλησίον πρὸς ἐπικουρίαν.
12.4 Ὁ δὲ ἐλθὼν σχοῖνον ἐζήτει μακράν, ἧς ἐχόμενος ἀνιμώμενος ἐκβήσεται. Καὶ σχοῖνος μὲν οὐκ ἦν, ἡ δὲ Χλόη λυσαμένη ταινίαν δίδωσι καθεῖναι τῷ βουκόλῳ· καὶ οὕτως οἱ μὲν ἐπὶ τοῦ χείλους ἑστῶτες εἷλκον, ὁ δὲ ἀνέβη ταῖς τῆς ταινίας ὁλκαῖς ταῖς χερσὶν ἀκολουθῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi