Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 2

38.2 καὶ αἵ τε αἶγες πλησίον τῶν προβάτων ᾔεσαν, ὅ τε Δάφνις ἐβάδιζεν ἐγγὺς τῆς Χλόης, ὥστε ἐνέπλησαν ἕως νυκτὸς ἀλλήλους καὶ συνέθεντο θᾶττον τὰς ἀγέλας τῆς ἐπιούσης κατελάσαι·
38.3 καὶ οὕτως ἐποίησαν. Ἄρτι γοῦν ἀρχομένης ἡμέρας ἦλθον εἰς τὴν νομήν· καὶ τὰς Νύμφας προτέρας, εἶτα τὸν Πᾶνα προσαγορεύσαντες, τὸ ἐντεῦθεν ὑπὸ τῇ δρυὶ καθεσθέντες ἐσύριττον· εἶτα ἀλλήλους ἐφίλουν, περιέβαλλον, κατεκλίνοντο, καὶ οὐδὲν δράσαντες πλέον ἀνίσταντο. Ἐμέλησεν αὐτοῖς καὶ τροφῆς, καὶ ἔπιον οἶνον μίξαντες γάλα.
39.1 Καὶ τούτοις ἅπασι θερμότεροι γενόμενοι καὶ θρασύτεροι, πρὸς ἀλλήλους ἤριζον ἔριν ἐρωτικήν, καὶ μετ’ ὀλίγον εἰς ὅρκων πίστιν προῆλθον. Ὁ μὲν δὴ Δάφνις τὸν Πᾶνα ὤμοσεν ἐλθὼν ἐπὶ τὴν πίτυν μὴ ζήσεσθαι μόνος ἄνευ Χλόης μηδὲ μιᾶς χρόνον ἡμέρας·
39.2 ἡ δὲ Χλόη τὰς Νύμφας εἰσελθοῦσα εἰς τὸ ἄντρον τὸν αὐτὸν Δάφνιδι ἕξειν καὶ θάνατον καὶ βίον. Τοσοῦτον δὲ ἄρα τῇ Χλόῃ τὸ ἀφελὲς προσῆν ὡς κόρῃ, ὥστε ἐξιοῦσα τοῦ ἄντρου καὶ δεύτερον ἠξίου λαβεῖν ὅρκον παρ’ αὐτοῦ “ὦ Δάφνι” λέγουσα “θεὸς ὁ Πὰν ἐρωτικός ἐστι καὶ ἄπιστος·
39.3 ἠράσθη μὲν Πίτυος, ἠράσθη δὲ Σύριγγος· παύεται δὲ οὐδέποτε Δρυάσιν ἐνοχλῶν καὶ Ἐπιμηλίσι Νύμφαις παρέχων πράγματα. Οὗτος μὲν οὖν ἀμεληθεὶς ἐν τοῖς ὅρκοις ἀμελήσει σε κολάσαι, κἂν ἐπὶ πλείονας ἔλθῃς γυναῖκας τῶν ἐν τῇ σύριγγι καλάμων·
39.4 σὺ δέ μοι τὸ αἰπόλιον τοῦτο ὄμοσον καὶ τὴν αἶγα ἐκείνην, ἥ σε ἀνέθρεψε, μὴ καταλιπεῖν Χλόην, ἔστ’ ἂν πιστή σοι μένῃ· ἄδικον δὲ εἰς σὲ καὶ τὰς Νύμφας γενομένην καὶ φεῦγε καὶ μίσει καὶ ἀπόκτεινον ὥσπερ λύκον.”
39.5 Ἥδετο ὁ Δάφνις ἀπιστούμενος καὶ στὰς εἰς μέσον τὸ αἰπόλιον καὶ τῇ μὲν τῶν χειρῶν αἰγὸς τῇ δὲ τράγου λαβόμενος ὤμνυε Χλόην φιλήσειν φιλοῦσαν· κἂν ἕτερον προκρίνῃ Δάφνιδος, ἀντ’ ἐκείνης αὑτὸν ἀποκτενεῖν.
39.6 Ἡ δὲ ἔχαιρε καὶ ἐπίστευεν ὡς κόρη καὶ νομίζουσα τὰς αἶγας καὶ τὰ πρόβατα ποιμένων καὶ αἰπόλων ἰδίους θεούς.
← Önceki 17 / 17

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi