Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 3

29.1 Εἰλημμένος δὲ τῶν τρισχιλίων οὐκέτ’ ἔμελλεν, ἀλλ’ ὡς πάντων ἀνθρώπων πλουσιώτατος, οὐ μόνον τῶν ἐκεῖ γεωργῶν, αὐτίκα ἐλθὼν παρὰ τὴν Χλόην διηγεῖται τὸ ὄναρ, δείκνυσι τὸ βαλάντιον, κελεύει τὰς ἀγέλας φυλάττειν, ἔστ’ ἂν ἐπανέλθῃ, καὶ συντείνας σοβεῖ παρὰ τὸν Δρύαντα. Καὶ εὑρὼν πυρούς τινας ἁλωνοτριβοῦντα μετὰ τῆς Νάπης πάνυ θρασὺν ἐμβάλλει λόγον περὶ γάμου.
29.2 “Ἐμοὶ δὸς Χλόην γυναῖκα· ἐγὼ καὶ συρίττειν οἶδα καλῶς καὶ κλᾶν ἄμπελον καὶ φυτὰ κατορύττειν· οἶδα καὶ γῆν ἀροῦν καὶ λικμῆσαι πρὸς ἄνεμον. Ἀγέλην δὲ ὅπως νέμω μάρτυς Χλόη· πεντήκοντα αἶγας παραλαβὼν διπλασίονας πεποίηκα· ἔθρεψα καὶ τράγους μεγάλους καὶ καλούς· πρότερον δὲ ἀλλοτρίοις τὰς αἶγας ὑπεβάλλομεν.
29.3 Ἀλλὰ καὶ νέος εἰμὶ καὶ γείτων ὑμῖν ἄμεμπτος· καί με ἔθρεψεν αἴξ, ὡς Χλόην οἶς. Τοσοῦτον δὲ τῶν ἄλλων κρατῶν οὐδὲ δώροις ἡττηθήσομαι.
29.4 Ἐκεῖνοι δώσουσιν αἶγας καὶ πρόβατα καὶ ζεῦγος ψωραλέων βοῶν καὶ σῖτον μηδὲ ἀλεκτορίδας θρέψαι δυνάμενον· παρ’ ἐμοῦ δὲ αἵδε ὑμῖν τρισχίλιαι. Μόνον ἴστω τοῦτο μηδείς, μὴ Λάμων αὐτὸς οὑμὸς πατήρ.” Ἅμα τ’ ἐδίδου καὶ περιβαλὼν κατεφίλει.
30.1 Οἱ δὲ παρ’ ἐλπίδα ἰδόντες τοσοῦτον ἀργύριον, αὐτίκα τε δώσειν ἐπηγγέλλοντο τὴν Χλόην καὶ πείσειν ὑπισχνοῦντο τὸν Λάμωνα.
30.2 Ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν· ὁ δὲ Δρύας θησαυρίσας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺ παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παρ’ αὐτῶν, τὸ καινότατον,
30.3 μνᾶσθαι νυμφίον. Εὑρὼν δὲ κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμημένα ἀθύμως τε ἔχοντας ὅτι μικροῦ δεῖν ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ’ ἐκείνοις μὲν παρεμυθήσατο,
30.4 κοινὴν ὁμολογήσας ἀφορίαν πανταχοῦ γεγονέναι, τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ ἄλλων διδόντων, οὐδὲν παρ’ αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει· συντετράφθαι γὰρ ἀλλήλοις κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι μὴ δυναμένῃ· ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς καθεύδειν μετ’ ἀλλήλων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi