Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 3

14.5 λασιώτεραι;” Πείθεται Δάφνις καὶ συγκατακλινεὶς αὐτῇ πολὺν χρόνον ἔκειτο καὶ οὐδὲν ὧν ἕνεκα ὤργα ποιεῖν ἐπιστάμενος ἀνίστησιν αὐτὴν καὶ κατόπιν περιεφύετο μιμούμενος τοὺς τράγους. Πολὺ δὲ μᾶλλον ἀπορηθείς, καθίσας ἔκλαεν εἰ καὶ κριῶν ἀμαθέστερος εἰς τὰ ἔρωτος ἔργα.
15.1 Ἦν δέ τις αὐτῷ γείτων, γεωργὸς γῆς ἰδίας, Χρῶμις τοὔνομα, παρηβῶν ἤδη τὸ σῶμα. Τούτῳ γύναιον ἦν ἐπακτὸν ἐξ ἄστεος, νέον καὶ ὡραῖον καὶ ἀγροικίας ἁβρότερον·
15.2 τούτῳ Λυκαίνιον ὄνομα ἦν. Αὕτη ἡ Λυκαίνιον ὁρῶσα τὸν Δάφνιν καθ’ ἑκάστην ἡμέραν παρελαύνοντα τὰς αἶγας ἕωθεν εἰς νομήν, νύκτωρ ἐκ νομῆς, ἐπεθύμησεν ἐραστὴν κτήσασθαι δώροις δελεάσασα.
15.3 Καὶ δή ποτε λοχήσασα μόνον καὶ σύριγγα δῶρον ἔδωκε καὶ μέλι ἐν κηρίῳ καὶ πήραν ἐλάφου· εἰπεῖν δέ τι ὤκνει, τὸν Χλόης ἔρωτα καταμαντευομένη·
15.4 πάνυ γὰρ ἑώρα προσκείμενον αὐτὸν τῇ κόρῃ. Πρότερον μὲν οὖν ἐκ νευμάτων καὶ γέλωτος συνεβάλετο τοῦτο, τότε δὲ ἐξ ἑωθινοῦ σκηψαμένη πρὸς Χρῶμιν ὡς παρὰ τίκτουσαν ἄπεισι γείτονα κατόπιν τε αὐτοῖς παρηκολούθησε καὶ εἴς τινα λόχμην ἐγκρύψασα ἑαυτήν, ὡς μὴ βλέποιτο, πάντα ἤκουσεν ὅσα εἶπον, πάντα εἶδεν ὅσα ἔπραξαν· οὐκ ἔλαθεν αὐτὴν οὐδὲ κλαύσας ὁ Δάφνις.
15.5 Συναλγήσασα δὴ τοῖς ἀθλίοις καὶ καιρὸν ἥκειν νομίσασα διττόν, τὸν μὲν εἰς τὴν ἐκείνων σωτηρίαν, τὸν δὲ εἰς τὴν ἑαυτῆς ἐπιθυμίαν, ἐπιτεχνᾶταί τι τοιόνδε.
16.1 Τῆς ἐπιούσης ὡς πάλιν παρὰ τὴν γυναῖκα τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἔνθα ἐκαθέζοντο Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς
16.2 μιμησαμένη τὴν τεταραγμένην “σῶσόν με” εἶπε “Δάφνι, τὴν ἀθλίαν· ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀετὸς ἥρπασε καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἐδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέτραν, ἀλλ’ εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπεσε.
16.3 Σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην (μόνη γὰρ δέδοικα) σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.
16.4 Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη· πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.”

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi