Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 4

30.1 Βουλευομένοις δὲ αὐτοῖς ἐδόκει τὸν γάμον κρύπτειν, ἔχειν δὲ κρύφα τὴν Χλόην πρὸς μόνην ὁμολογήσαντα τὸν ἔρωτα τὴν μητέρα· ἀλλ’ οὐ συνεχώρει Δρύας, ἠξίου δὲ τῷ πατρὶ λέγειν καὶ πείσειν αὐτὸς ἐπηγγέλλετο.
30.2 Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῇ πήρᾳ τὰ γνωρίσματα πρόσεισι τῷ Διονυσοφάνει καὶ τῇ Κλεαρίστῃ καθημένοις ἐν τῷ παραδείσῳ (παρῆν δὲ καὶ ὁ Ἀστύλος καὶ αὐτὸς ὁ Δάφνις) καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν
30.3 “Ὁμοία με ἀνάγκη Λάμωνι τὰ μέχρι νῦν ἄρρητα ἐκέλευσε λέγειν. Χλόην ταύτην οὔτε ἐγέννησα οὔτε ἀνέθρεψα, ἀλλὰ ἐγέννησαν μὲν ἄλλοι, κειμένην δὲ ἐν ἄντρῳ Νυμφῶν ἀνέθρεψεν οἶς.
30.4 Εἶδον τοῦτο αὐτὸς καὶ ἰδὼν ἐθαύμασα καὶ θαυμάσας ἔθρεψα. Μαρτυρεῖ μὲν καὶ τὸ κάλλος, ἔοικε γὰρ οὐδὲν ἡμῖν· μαρτυρεῖ δὲ καὶ τὰ γνωρίσματα, πλουσιώτερα γὰρ ἢ κατὰ ποιμένα. Ἴδετε ταῦτα καὶ τοὺς προσήκοντας τῇ κόρῃ ζητήσατε, ἵν’ ἀξία ποτὲ Δάφνιδος φανῇ.”
31.1 Τοῦτο οὔτε Δρύας ἀσκόπως ἔρριψεν οὔτε Διονυσοφάνης ἀμελῶς ἤκουσεν, ἀλλ’ ἰδὼν εἰς τὸν Δάφνιν καὶ ὁρῶν αὐτὸν χλωριῶντα καὶ κρύφα δακρύοντα ταχέως ἐφώρασε τὸν ἔρωτα· καὶ ὡς ὑπὲρ παιδὸς ἰδίου μᾶλλον ἢ κόρης ἀλλοτρίας δεδοικὼς διὰ πάσης ἀκριβείας ἤλεγχε τοὺς λόγους τοῦ Δρύαντος.
31.2 Ἐπεὶ δὲ καὶ τὰ γνωρίσματα εἶδε κομισθέντα, τὰ ὑποδήματα τὰ κατάχρυσα, τὰς περισκελίδας, τὴν μίτραν, προσκαλεσάμενος τὴν Χλόην παρεκελεύετο θαρρεῖν, ὡς ἄνδρα μὲν ἔχουσαν ἤδη, ταχέως δὲ εὑρήσουσαν καὶ τὸν πατέρα καὶ τὴν μητέρα.
31.3 Καὶ τὴν μὲν ἡ Κλεαρίστη παραλαβοῦσα ἐκόσμει λοιπὸν ὡς υἱοῦ γυναῖκα, τὸν δὲ Δάφνιν ὁ Διονυσοφάνης ἀναστήσας μόνον ἀνέκρινεν εἰ παρθένος ἐστί· τοῦ δὲ ὀμόσαντος μηδὲν γεγονέναι φιλήματος καὶ ὅρκων πλέον, ἡσθεὶς ἐπὶ τῷ συνωμοσίῳ κατέκλινεν αὐτούς.
32.1 Ἦν οὖν μαθεῖν οἷόν ἐστι τὸ κάλλος, ὅταν κόσμον προσλάβῃ. Ἐνδυθεῖσα γὰρ ἡ Χλόη καὶ ἀναπλεξαμένη τὴν κόμην καὶ ἀπολούσασα τὸ πρόσωπον εὐμορφοτέρα τοσοῦτον ἐφάνη πᾶσιν, ὥστε καὶ Δάφνις αὐτὴν μόλις ἐγνώρισεν.
32.2 Ὤμοσεν ἄν τις καὶ ἄνευ τῶν γνωρισμάτων ὅτι τοιαύτης κόρης οὐκ ἦν Δρύας πατήρ. Ὅμως μέντοι παρῆν καὶ αὐτὸς καὶ συνειστιᾶτο μετὰ τῆς Νάπης, συμπότας ἔχων ἐπὶ κλίνης ἰδίας τὸν Λάμωνα καὶ τὴν Μυρτάλην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi