Thesauros Edebiyat novel Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη

Δάφνις καὶ Χλόη Longus

Kitap 4

32.3 Πάλιν οὖν ταῖς ἑξῆς ἡμέραις ἐθύετο ἱερεῖα καὶ κρατῆρες ἵσταντο καὶ ἀνετίθει καὶ Χλόη τὰ ἑαυτῆς, τὴν σύριγγα, τὴν πήραν, τὸ δέρμα, τοὺς γαυλούς· ἐκέρασε δὲ καὶ τὴν πηγὴν οἴνῳ τὴν ἐν τῷ ἄντρῳ, ὅτι καὶ ἐτράφη παρ’ αὐτῇ, καὶ ἐλούσατο πολλάκις ἐν αὐτῇ·
32.4 ἐστεφάνωσε καὶ τὸν τάφον τῆς οἰός, δείξαντος Δρύαντος, καὶ ἐσύρισέ τι καὶ αὐτὴ τῇ ποίμνῃ, καὶ ταῖς θεαῖς συρίσασα εὔξατο τοὺς ἐκθέντας εὑρεῖν ἀξίους τῶν Δάφνιδος γάμων.
33.1 Ἐπεὶ δὲ ἅλις ἦν τῶν κατ’ ἀγρὸν ἑορτῶν, ἔδοξε βαδίζειν εἰς τὴν πόλιν καὶ τούς τε τῆς Χλόης πατέρας ἀναζητεῖν καὶ περὶ τὸν γάμον αὐτῶν μηκέτι βραδύνειν.
33.2 Ἕωθεν οὖν συσκευασάμενοι τῷ Δρύαντι μὲν ἔδωκαν ἄλλας τρισχιλίας, τῷ Λάμωνι δὲ τὴν ἡμίσειαν μοῖραν τῶν ἀγρῶν θερίζειν καὶ τρυγᾶν καὶ τὰς αἶγας ἅμα τοῖς αἰπόλοις καὶ ζεύγη βοῶν τέτταρα καὶ ἐσθῆτας χειμερινὰς καὶ ἐλευθέραν τὴν γυναῖκα· καὶ μετὰ τοῦτο ἤλαυνον ἐπὶ Μυτιλήνην ἵπποις καὶ ζεύγεσι καὶ τρυφῇ πολλῇ.
33.3 Τότε μὲν οὖν ἔλαθον τοὺς πολίτας, νυκτὸς κατελθόντες· τῆς δὲ ἐπιούσης ὄχλος ἠθροίσθη περὶ τὰς θύρας ἀνδρῶν, γυναικῶν. Οἱ μὲν τῷ Διονυσοφάνει συνήδοντο παῖδα εὑρόντι, καὶ μᾶλλον ὁρῶντες τὸ κάλλος τοῦ Δάφνιδος· αἱ δὲ τῇ Κλεαρίστῃ συνέχαιρον ἅμα κομιζούσῃ καὶ παῖδα καὶ νύμφην.
33.4 Ἐξέπλησσε γὰρ κἀκείνας ἡ Χλόη κάλλος ἐκφαίνουσα παρευδοκιμηθῆναι μὴ δυνάμενον· ὅλη γὰρ ἐκίττα ἡ πόλις ἐπὶ τῷ μειρακίῳ καὶ τῇ παρθένῳ· καὶ εὐδαιμόνιζον μὲν ἤδη τὸν γάμον, εὔχοντο δὲ καὶ τὸ γένος ἄξιον τῆς μορφῆς εὑρεθῆναι τῆς κόρης· καὶ γυναῖκες πολλαὶ τῶν μέγα πλουσίων ἠράσαντο θεοῖς αὐταὶ πιστευθῆναι μητέρες θυγατρὸς οὕτω καλῆς.
34.1 Ὄναρ δὲ Διονυσοφάνει μετὰ φροντίδα πολλὴν εἰς βαθὺν ὕπνον κατενεχθέντι τοιόνδε γίνεται. Ἐδόκει τὰς Νύμφας δεῖσθαι τοῦ Ἔρωτος ἤδη ποτε αὐτοῖς κατανεῦσαι τὸν γάμον· τὸν δὲ ἐκλύσαντα τὸ τοξάριον καὶ ἀποθέμενον τὴν φαρέτραν κελεῦσαι τῷ Διονυσοφάνει πάντας τοὺς ἀρίστους Μυτιληναίων θέμενον συμπότας, ἡνίκα ἂν τὸν ὕστατον πλήσῃ κρατῆρα, τότε δεικνύειν ἑκάστῳ τὰ γνωρίσματα, τὸ δὲ ἐντεῦθεν ᾄδειν τὸν ὑμέναιον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi