Kitap 4
14.3
Σὺ μὲν ἐμοὶ πεντήκοντα νέμειν δέδωκας καὶ δύο τράγους, οὗτος δέ σοι πεποίηκεν ἑκατὸν καὶ δέκα τράγους. Ὁρᾷς ὡς λιπαραὶ καὶ τὰς τρίχας λάσιαι καὶ τὰ κέρατα ἄθραυστοι. Πεποίηκε δὲ αὐτὰς καὶ μουσικάς· σύριγγος γοῦν ἀκούουσαι ποιοῦσι πάντα.”
15.1
Παροῦσα δὲ τοῖς λεγομένοις ἡ Κλεαρίστη πεῖραν ἐπεθύμησε τοῦ λεχθέντος λαβεῖν καὶ κελεύει τὸν Δάφνιν ταῖς αἰξὶν οἷον εἴωθε συρίσαι καὶ ἐπαγγέλλεται συρίσαντι χαριεῖσθαι χιτῶνα καὶ χλαῖναν καὶ ὑποδήματα.
15.2
Ὁ δὲ καθίσας αὐτοὺς ὥσπερ θέατρον, στὰς ὑπὸ τῇ φηγῷ κἀκ τῆς πήρας τὴν σύριγγα προκομίσας πρῶτα μὲν ὀλίγον ἐνέπνευσε· καὶ αἱ αἶγες ἔστησαν τὰς κεφαλὰς ἀράμεναι· εἶτα ἐνέπνευσε τὸ νόμιον, καὶ αἱ αἶγες ἐνέμοντο νεύσασαι κάτω· αὖθις λιγυρὸν ἐνέδωκε,
15.3
καὶ ἀθρόαι κατεκλίνησαν· ἐσύρισέ τι καὶ ὀξὺ μέλος, αἱ δὲ ὥσπερ λύκου προσιόντος εἰς τὴν ὕλην κατέφυγον· μετ’ ὀλίγον ἀνακλητικὸν ἐφθέγξατο, καὶ ἐξελθοῦσαι τῆς ὕλης πλησίον αὐτοῦ τῶν ποδῶν συνέδραμον.
15.4
Οὐδὲ ἀνθρώπους οἰκέτας εἶδεν ἄν τις οὕτω πειθομένους προστάγματι δεσπότου. Οἵ τε οὖν ἄλλοι πάντες ἐθαύμαζον καὶ πρὸ πάντων ἡ Κλεαρίστη καὶ τὰ δῶρα ἀποδώσειν ὤμοσε καλῷ τε ὄντι αἰπόλῳ καὶ μουσικῷ· καὶ ἀνελθόντες εἰς τὴν ἔπαυλιν ἀμφὶ ἄριστον εἶχον καὶ τῷ Δάφνιδι ἀφ’ ὧν ἤσθιον ἔπεμψαν.
16.1
Ὁ δὲ μετὰ τῆς Χλόης ἤσθιε καὶ ἥδετο γευόμενος ἀστικῆς ὀψαρτυσίας καὶ εὔελπις ἦν τεύξεσθαι τοῦ γάμου, πείσας τοὺς δεσπότας. Ὁ δὲ Γνάθων προσεκκαυθεὶς τοῖς κατὰ τὸ αἰπόλιον γεγενημένοις καὶ ἀβίωτον νομίζων τὸν βίον, εἰ μὴ τεύξεται Δάφνιδος, περιπατοῦντα τὸν Ἀστύλον ἐν τῷ παραδείσῳ φυλάξας καὶ ἀναγαγὼν εἰς τὸν τοῦ Διονύσου νεὼν πόδας καὶ χεῖρας κατεφίλει.
16.2
Τοῦ δὲ πυνθανομένου τίνος ἕνεκα ταῦτα δρᾷ, καὶ λέγειν κελεύοντος καὶ ὑπουργήσειν ὀμνύοντος, “οἴχεταί σοι Γνάθων” ἔφη “δέσποτα. Ὁ μέχρι νῦν μόνης τραπέζης τῆς σῆς ἐρῶν, ὁ πρότερον ὀμνὺς ὅτι μηδέν ἐστιν ὡραιότερον οἴνου γέροντος, ὁ κρείττους τῶν ἐφήβων τῶν ἐν Μυτιλήνῃ τοὺς σοὺς ὀψαρτυτὰς λέγων, μόνον λοιπὸν καλὸν εἶναι Δάφνιν νομίζω.