Thesauros Edebiyat novel Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην

Τὰ κατὰ Ἀνθίαν καὶ Ἁβροκόμην Xenophon of Ephesus

Kitap 5

8.4 καὶ εἰ μὲν εἶχόν τινα ἐλπίδα εὑρήσειν σὲ καὶ τοῦ λοιποῦ συγκαταβιώσεσθαι, τοῦτο πάντων ἂν τῶν δεινῶν με παρεμυθεῖτο· νυνὶ δὲ ἴσως κἀγὼ ὁ δυστυχὴς κενὰ καὶ ἀνόνητα πονῶ, καὶ σύ που τέθνηκας πόθῳ τῷ πρὸς Ἁβροκόμην. Πέπεισμαι γάρ, φιλτάτη, ὡς οὐκ ἄν ποτε οὐδὲ ἀποθανοῦσα ἐκλάθοιό μου.
8.5 Καὶ ὁ μὲν ταῦτα ὠδύρετο καὶ τοὺς πόνους ἔφερεν ἀλγεινῶς, τῇ δὲ Ἀνθείᾳ ὄναρ ἐπέστη ἐν Τάραντι κοιμωμένῃ. Ἐδόκει μὲν αὑτὴν εἶναι μετὰ Ἁβροκόμου, καλὴν οὖσαν μετʼ ἐκείνου καλοῦ καὶ τὸν πρῶτον εἶναι τοῦ ἔρωτος αὐτοῖς χρόνον·
8.6 φανῆναι δέ τινα ἄλλην γυναῖκα καλὴν καὶ ἀφέλκειν αὐτῆς τὸν Ἁβροκόμην· καὶ τέλος ἀναβοῶντος καὶ καλοῦντος ὀνομαστὶ ἐξαναστῆναί τε καὶ παύσασθαι τὸ ὄναρ.
8.7 Ταῦτα ὡς ἔδοξεν ἰδεῖν, εὐθὺς μὲν ἀνέθορέ τε καὶ ἀνεθρήνησε καὶ ἀληθῆ τὰ ὀφθέντα ἐνόμιζεν οἴμοι τῶν κακῶν λέγουσα, ἐγὼ μὲν καὶ πόνους ὑπομένω πάντας καὶ ποικίλων πειρῶμαι ἡ δυστυχὴς συμφορῶν καὶ τέχνας σωφροσύνης ὑπὲρ γυναῖκας εὑρίσκω Ἁβροκόμῃ· σοὶ δὲ ἴσως ἄλλη που δέδοκται καλή· ταῦτα γάρ μοι σημαίνει τὰ ὀνείρατα.
8.8 Τί οὖν ἔτι ζῶ; τί δʼ ἐμαυτὴν λυπῶ; κάλλιον οὖν ἀπολέσθαι καὶ ἀπαλλαγῆναι μὲν τοῦ πονήρου τούτου βίου, ἀπαλλαγῆναι δὲ τῆς ἀπρεποῦς ταύτης καὶ ἐπισφαλοῦς δουλείας.
8.9 Ἁβροκόμης μὲν εἰ καὶ τοὺς ὅρκους παραβέβηκε, μηδὲν οἱ θεοὶ τιμωρήσαιντο τοῦτον· ἴσως ἀνάγκῃ τι εἴργασται· ἐμοὶ δὲ ἀποθανεῖν καλῶς ἔχει σωφρονούσῃ. Ταῦτα ἔλεγε θρηνοῦσα καὶ μηχανὴν ἐζήτει τελευτῆς.
9.1 Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων· χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπʼ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια.
9.2 Διέγνω δὲ πλεῦσαι μὲν εἰς Ἰταλίαν, ὠνήσασθαι δὲ οἰκέτας ὡραίους καὶ θεραπαίνας καὶ ἄλλην σκευῶν περιβολήν, ὅση γένοιτʼ ἂν ἀνδρὶ εὐδαίμονι· ἐμέμνητο δὲ ἀεὶ τοῦ Ἁβροκόμου καὶ τοῦτον ἀνευρεῖν εὔχετο, περὶ πολλοῦ ποιούμενος κοινωνῆσαί τε αὐτῷ τοῦ βίου παντὸς καὶ τῶν κτημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi