15.2
Ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος, Οἰνομάου παῖς, εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειρᾶσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείας ἀμπεχόνας καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῇ.
15.3
Ἔτυχε δέ πως αὐτῇ κατὰ νοῦν γενόμενος, οὐ μεθίει τε αὐτὸν ἀμφιπολεύουσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος, καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι.
15.4
Ἔνθα δὴ ὡς ἀφικόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λεύκιππον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν· μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς.
15.5
Καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται, Ἀπόλλωνα δὲ Δάφνη ἐπ’ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένως ἔφευγεν· ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι, καὶ αὐτήν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθὲν ἀπ’ ἐκείνης δάφνην.
De Laodice
16.1
Ἐλέχθη δὲ καὶ περὶ Λαοδίκης ὅδ’ ὁ λόγος, ὡς ἄρα παραγενομένων ἐπὶ Ἑλένης ἀπαίτησιν Διομήδους καὶ Ἀκάμαντος πολλὴν ἐπιθυμίαν εἶχεν μιγῆναι παντάπασι νέῳ ὄντι Ἀκάμαντι· καὶ μέχρι μέν τινος ὑπ’ αἰδοῦς κατέχεσθαι, ὕστερον δὲ νικωμένην ὑπὸ τοῦ πάθους ἀνακοινώσασθαι Περσέως γυναικὶ ʽΦιλοβίη αὐτῇ ὄνομἀ παρακαλεῖν τε αὐτὴν ὅσον οὐκ ἤδη διοιχομένῃ ἀρήγειν αὐτῇ.
16.2
Κατοικτείρουσα δὲ τὴν συμφορὰν τῆς κόρης δεῖται τοῦ Περσέως ὅπως συνεργὸς αὐτῇ γένηται, ἐκέλευέ τε ξενίαν καὶ φιλότητα τίθεσθαι πρὸς τὸν Ἀκάμαντα. Περσεὺς δὲ τὸ μὲν καὶ τῇ γυναικὶ βουλόμενος ἁρμόδιος εἶναι, τὸ δὲ καὶ τὴν Λαοδίκην οἰκτείρων, πάσῃ μηχανῇ τὸν Ἀκάμαντα εἰς Δάρδανον ἀφικέσθαι πείθει ʽκαθίστατο γὰρ ὕπαρχος τοῦ χωρίοὐ, ἦλθε δὲ καὶ Λαοδίκη ὡς εἰς ἑορτήν τινα σὺν ἄλλαις τῶν Τρῳάδων ἔτι παρθένος οὖσα.