Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
19.1 Σκέλλις τε καὶ Κασσαμενὸς κήτορος οἱ Θρᾴκης ὁρμήσαντες ἀπὸ νήσου τῆς πρότερον μὲν Στρογγύλης, ὕστερον δὲ Νάξου κληθείσης, ἐληίζοντο μὲν τήν τε Πελοπόννησον καὶ τὰς πέριξ νήσους, προσσχόντες δὲ Θεσσαλίᾳ πολλάς τε ἄλλας γυναῖκας κατέσυραν, ἐν δὲ καὶ τὴν Ἀλωέως γυναῖκα Ἰφιμέδην καὶ τὴν θυγατέρα αὐτῆς Παγκρατώ· ἧς ἀμφότεροι εἰς ἔρωτα ἀφικόμενοι ἀλλήλους κατέκτειναν.

De Haero

20.1 Λέγεται δὲ καὶ Οἰνοπίωνος καὶ Νύμφης Ἑλίκης Αἱρὼ κόρην γενέσθαι· ταύτης δὲ Ὠρίωνα τὸν Ὑριέως ἐρασθέντα παρ’ αὐτοῦ παραιτεῖσθαι τὴν κόρην, καὶ διὰ ταύτην τήν τε νῆσον ἐξημερῶσαι τότε θηρίων ἀνάπλεων οὖσαν, λείαν τε πολλὴν περιελαύνοντα τῶν προσχώρων ἕδνα διδόναι.
20.2 Τοῦ μέντοι Οἰνοπίωνος ἑκάστοτε ὑπερτιθεμένου τὸν γάμον διὰ τὸ ἀποστυγεῖν αὐτῷ γαμβρὸν τοιοῦτον γενέσθαι, ὑπὸ μέθης ἔκφρονα γενόμενον τὸν Ὠρίωνα κατᾶξαι τὸν θάλαμον, ἔνθα ἡ παῖς ἐκοιμᾶτο, καὶ βιαζόμενον ἐκκαῆναι τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦ Οἰνοπίωνος.

De Pisidice

21.1 Λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῇ ἠπείρῳ νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβῳ. Ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραΐζειν.
21.2 Ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα καρτερῶς ἀντεῖχον, καὶ ἐν πολλῇ ἀμηχανίᾳ ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῷ τὴν πόλιν, εἴ γε μέλλοι αὐτὴν γυναῖκα ἕξειν.
21.3 Ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς τῆς πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῷ δρασθέντι, προὐτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην.
21.4 Μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον ἥρω, ἐκ δ’ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων, αὐτοκασίγνητον Ἑλικάονος, ἔνδοθι πάτρης τηλίκον ὑψίπυλον. θαλερὴ δέ μιν ἄασε Κύπρις. ἡ γὰρ ἐπ’ Αἰακίδῃ κούρης φρένας ἐπτοίησε Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi