Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
21.5 εἶτα μικρὸν ὑποβάς δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων, ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας χαλκῷ ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος, ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν πενθεροὶ Αἰακίδαι, Φθίῃ δ’ ἔνι δώματα ναίοι ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ· οὐ δ’ ὅ γ’ ἔμελλε τὰ ῥέξειν, ὀλοῷ δ’ ἐπαγάσσατο πατρίδος οἴτῳ· ἔνθ’ ἥ γ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.

De Nanide

22.1 Ἔφασαν δέ τινες καὶ τὴν Σαρδίων ἀκρόπολιν ὑπὸ Κύρου τοῦ Περσῶν βασιλέως ἁλῶναι προδούσης τῆς Κροίσου θυγατρὸς Νανίδος. Ἐπειδὴ γὰρ ἐπολιόρκει Σάρδεις Κῦρος καὶ οὐδὲν αὐτῷ εἰς ἅλωσιν τῆς πόλεως προὔβαινεν, ἐν πολλῷ τε δέει ἦν μὴ ἀθροισθὲν τὸ συμμαχικὸν τοῦ Κροίσου διαλύσειεν αὐτῷ τὴν στρατιάν, τότε τὴν παρθένον ταύτην ἔχει λόγος περὶ προδοσίας συνθεμένην τῷ Κύρῳ, εἰ κατὰ  νόμους Περσῶν ἕξει γυναῖκα αὐτήν, κατὰ τὴν ἄκραν, μηδενὸς φυλάσσοντος δι’ ὀχυρότητα τοῦ χωρίου, εἰσδέχεσθαι τοὺς πολεμίους, συνεργῶν αὐτῇ καὶ ἄλλων τινῶν γινομένων· τὸν μέντοι Κῦρον μὴ ἐμπεδῶσαι αὐτῇ τὴν ὑπόσχεσιν.

De Chilonide

23.1 Κλεώνυμος ὁ Λακεδαιμόνιος, βασιλείου γένους ὢν καὶ πολλὰ κατορθώσας Λακεδαιμονίοις, ἔγημε Χειλωνίδα προσήκουσαν αὐτῷ κατὰ γένος. Ταύτῃ σφοδρῶς ἐπιτεταμένου τοῦ Κλεωνύμου καὶ τὸν ἔρωτα οὐκ ἠρέμα φέροντος, τοῦ μὲν κατηλόγει, πᾶσα δὲ ἐνέκειτο Ἀκροτάτῳ, τῷ τοῦ βασιλέως υἱεῖ·
23.2 καὶ γὰρ ὁ μειρακίσκος αὐτῆς ἀναφανδὸν ὑπεκάετο, ὥστε πάντας ἀνὰ στόμα ἔχειν τὴν ὁμιλίαν αὐτῶν. δι’ ἣν αἰτίαν δυσαναχετήσας ὁ Κλεώνυμος καὶ ἄλλως δὲ οὐκ ἀρεσκόμενος τοῖς Λακεδαιμονίοις ἔθεσιν, ἐπεραιώθη πρὸς Πύρρον εἰς Ἤπειρον καὶ αὐτὸν ἀναπείθει πειρᾶσθαι τῆς Πελοποννήσου, ὡς εἴ γε ἐντόνως ἅψαιντο τοῦ πολέμου, ῥᾳδίως ἐκπολιορκήσοντες τὰς ἐν αὐτῇ πόλεις· ἔφη δὲ καὶ αὐτῷ τι ἤδη προδιειργάσθαι, ὥστε καὶ στάσιν ἐγγενέσθαι τισὶ τῶν πόλεων.

De Hipparino

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi