Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
26.2 Ὡς δὲ ἐκείνη πολὺ μᾶλλον ἀπεμάχετο περὶ τῆς παρθενίας, ὀργισθεὶς Τράμβηλος ἔρριψεν αὐτὴν εἰς τὴν θάλασσαν· ἐτύγχανεν δὲ ἀγχιβαθὴς οὖσα. Καὶ ἡ μὲν ἄρα οὕτως ἀπολώλει· τινὲς μέντοι ἔφασαν διωκομένην ἑαυτὴν ῥῖψαι.
26.3 Τράμβηλον δὲ οὐ πολὺ μετέπειτα τίσις ἐλάμβανεν ἐκ θεῶν· ἐπειδὴ γὰρ Ἀχιλλεὺς ἐκ τῆς Λέσβου πολλὴν λείαν ἀποτεμόμενος ἤγαγεν, οὗτος, ἐπαγαγομένων αὐτὸν τῶν ἐγχωρίων βοηθόν, συνίσταται αὐτῷ.
26.4 Ἔνθα δὴ πληγεὶς εἰς τὰ στέρνα παραχρῆμα πίπτει· ἀγάμενος δὲ τῆς ἀλκῆς αὐτὸν Ἀχιλλεὺς ἔτι ἔμπνουν ἀνέκρινεν ὅστις τε ἦν καὶ ὁπόθεν· ἐπεὶ δὲ ἔγνω παῖδα Τελαμῶνος ὄντα, πολλὰ κατοδυράμενος ἐπὶ τῆς ἠιόνος μέγα χῶμα ἔχωσε. Τοῦτο ἔτι νῦν ἡρῷον Τραμβήλου καλεῖται.

De Alcinoe

27.1 Ἔχει δὲ λόγος καὶ Ἀλκινόην, τὴν Πολύβου μὲν τοῦ Κορινθίου θυγατέρα, γυναῖκα δὲ Ἀμφιλόχου τοῦ Δρύαντος, κατὰ μῆνιν Ἀθηνᾶς ἐπιμανῆναι ξένῳ Σαμίῳ·
27.2 Ξάνθος αὐτῷ ὄνομα. Ἐπὶ μισθῷ γὰρ αὐτὴν ἀγαγομένην χερνῆτιν γυναῖκα Νικάνδρην καὶ ἐργασαμένην ἐνιαυτὸν ὕστερον ἐκ τῶν οἰκίων ἐλάσαι, μὴ ἐντελῆ τὸν μισθὸν ἀποδοῦσαν· τὴν δὲ ἀράσασθαι πολλὰ Ἀθηνᾷ τίσασθαι αὐτὴν ἀντ’ ἀδίκου στερήσεως· ὅθεν εἰς τοσοῦτον ἐλθεῖν, ὥστε ἀπολιπεῖν οἶκόν τε καὶ παῖδας ἤδη γεγονότας, συνεκπλεῦσαί τε τῷ Ξάνθῳ·
27.3 γενομένην δὲ κατὰ μέσον πόρον ἔννοιαν λαβεῖν τῶν εἰργασμένων, καὶ αὐτίκα πολλά τε δάκρυα προΐεσθαι καὶ ἀνακαλεῖν ὁτὲ μὲν ἄνδρα κουρίδιον, ὁτὲ δὲ τοὺς παῖδας· τέλος δὲ πολλὰ τοῦ Ξάνθου παρηγοροῦντος καὶ φαμένου γυναῖκα ἕξειν, μὴ πειθομένην ῥῖψαι ἑαυτὴν εἰς θάλασσαν.

De Clite

28.1 Διαφόρως δὲ ἱστορεῖται περὶ Κυζίκου τοῦ Αἰνέου· οἱ μὲν γὰρ αὐτὸν ἔφασαν ἁρμοσάμενον Λάρισαν τὴν Πιάσου, ᾗ ὁ πατὴρ ἐμίγη πρὸ γάμου, μαχόμενον ἀποθανεῖν· τινὲς δὲ προσφάτως γήμαντα Κλείτην συμβαλεῖν δι’ ἄγνοιαν τοῖς μετὰ Ἰάσονος ἐπὶ τῆς Ἀργοῦς πλέουσι, καὶ οὕτως πεσόντα πᾶσι μὲν τοῖς ἄλλοις ἀλγεινὸν πόθον ἐμβαλεῖν, ἐξόχως δὲ τῇ Κλείτῃ· ἰδοῦσα γὰρ αὐτὸν ἐρριμμένον, περιεχύθη καὶ πολλὰ κατωδύρατο, νύκτωρ δὲ λαθοῦσα τὰς θεραπαινίδας ἀπό τινος δένδρου ἀνήρτησεν ἑαυτήν.

De Daphnide

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi