Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
32.2 Ἑορτῆς δέ ποτε τοῖς Χάοσι δημοτελοῦς ἀγομένης καὶ πάντων εὐωχουμένων, ἀποσκεδασθέντες εἴς τινα δρυμὸν κατειλήθησαν. Ἔτυχε δὲ ἄρα ὁ τοῦ βασιλέως υἱὸς Κίχυρος πάρδαλιν διώκων,  ἧς συνελαθείσης εἰς ἐκεῖνον τὸν δρυμὸν ἀφίησιν ἐπ’ αὐτὴν τὸν ἄκοντα. Καὶ τῆς μὲν ἁμαρτάνει, τυγχάνει δὲ τῆς παιδός·
32.3 ὑπολαβὼν δὲ τὸ θηρίον καταβεβληκέναι ἐγγυτέρω τὸν ἵππον προσελαύνει· καὶ καταμαθὼν τὸ μειράκιον ἐπὶ τοῦ τραύματος τῆς παιδὸς ἔχον τὼ χεῖρε ἐκτός τε φρενῶν ἐγένετο καὶ περιδινηθεὶς ἀπολισθάνει τοῦ ἵππου εἰς χωρίον ἀπόκρημνον καὶ πετρῶδες.
32.4 Ἔνθα δὴ ὁ μὲν ἐτεθνήκει, οἱ δὲ Χάονες, τιμῶντες τὸν βασιλέα, κατὰ τὸν αὐτὸν τόπον τείχη περιεβάλοντο καὶ τὴν πόλιν ἐκάλεσαν Κίχυρον.
32.5 Φασὶ δέ τινες τὸν δρυμὸν ἐκεῖνον εἶναι τῆς Ἐχίονος θυγατρὸς Ἠπείρου, ἣν μεταναστᾶσαν ἐκ Βοιωτίας βαδίζειν μεθ’ Ἁρμονίας καὶ Κάδμου, φερομένην τὰ Πενθέως λείψανα, ἀποθανοῦσαν δὲ περὶ τὸν δρυμὸν τόνδε ταφῆναι· διὸ καὶ τὴν γῆν Ἤπειρον ἀπὸ ταύτης ὀνομασθῆναι.

De Assaone

33.1 διαφόρως δὲ τοῖς πολλοῖς ἱστορεῖται καὶ τὰ Νιόβῆς. Οὐ γὰρ Ταντάλου φασὶν αὐτὴν γενέσθαι, ἀλλ’ Ἀσσάονος μὲν θυγατέρα, Φιλόττου δὲ γυναῖκα· εἰς ἔριν δὲ ἀφικομένην Λητοῖ περὶ καλλιτεκνίας ὑποσχεῖν τίσιν τοιάνδε· τὸν μὲν Φίλοττον ἐν κυνηγίᾳ διαφθαρῆναι, τὸν δὲ Ἀσσάονα τῆς θυγατρὸς πόθῳ ἐχόμενον αὐτὴν αὑτῷ γήμασθαι·
33.2 μὴ ἐνδιδούσης δὲ τῆς Νιόβης, τοὺς παῖδας αὐτῆς εἰς εὐωχίαν καλέσαντα καταπρῆσαι. Καὶ τὴν μὲν διὰ ταύτην τὴν συμφορὰν ἀπὸ πέτρας ὑψηλοτάτης αὑτὴν ῥῖψαι, ἔννοιαν δὲ λαβόντα τῶν σφετέρων ἁμαρτημάτων διαχρήσασθαι τὸν Ἀσσάονα ἑαυτόν.

De Corytho

34.1 Ἐκ δὲ Οἰνώνης καὶ Ἀλεξάνδρου παῖς ἐγένετο Κόρυθος. Οὗτος ἐπίκουρος ἀφικόμενος εἰς Ἴλιον Ἑλένης ἠράσθη, καὶ αὐτὸν ἐκείνη μάλα φιλοφρόνως ὑπεδέχετο· ἦν δὲ τὴν ἰδέαν κράτιστος· φωράσας δὲ αὐτὸν ὁ πατὴρ ἀνεῖλεν.
34.2 Νίκανδρος μέντοι τὸν Κόρυθον οὐκ Οἰνώνης, ἀλλὰ Ἑλένης καὶ Ἀλεξάνδρου φησὶν γενέσθαι, λέγων ἐν τούτοις· ἠρία τ’ εἰν Ἀίδαο κατοιχομένου Κορύθοιο, ὅντε καὶ ἁρπακτοῖσιν ὑποδμηθεῖς1ʼ ὑμεναίοις Τυνδαρίς, αἴν’ ἀχέουσα, κακὸν γόνον ἤρατο βούτεω.

De Eulimene

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi