Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
1.4 δι’ ἔριδος μέντοι ἐγένοντο Ῥοιώ τε καὶ Ἡμιθέα αἱ τοῦ Σταφύλου τίς αὐτῶν μιχθείη τῷ ξένῳ· τοσοῦτος ἀμφοτέρας κατέσχε πόθος. Λύρκος δὲ ἐπιγνοὺς τῇ ὑστεραίᾳ οἷα ἐδεδράκει καὶ τὴν Ἡμιθέαν ὁρῶν συγκατακεκλιμένην ἐδυσφόρει τε καὶ πολλὰ κατεμέμφετο τὸν Στάφυλον, ὡς ἀπατεῶνα γενόμενον αὐτοῦ· ὕστερον δέ, μηδὲν ἔχων ὅ τι ποιῇ, περιελόμενος τὴν ζώνην δίδωσι τῇ κόρῃ κελεύων ἡβήσαντι τῷ παιδὶ φυλάττειν, ὅπως ἔχῃ γνώρισμα, ὁπόταν ἀφίκοιτο πρὸς τὸν πατέρα αὑτοῦ εἰς Καῦνον, καὶ ἐξέπλευσεν.
1.5 Αἰγιαλὸς δὲ ὡς ᾔσθετο τά τε κατὰ τὸ χρηστήριον καὶ τὴν Ἡμιθέαν, ἤλαυνεν τῆς γῆς αὐτόν. Ἔνθα δὴ μάχη συνεχὴς ἦν τοῖς τε τῷ Λύρκῳ προσθεμένοις καὶ τοῖς τὰ Αἰγιαλοῦ φρονοῦσι· μάλιστα δὲ συνεργὸς ἐγίνετο Εἱλεβίη· οὐ γὰρ ἀπεῖπεν τὸν Λύρκον.
1.6 Μετὰ δὲ ταῦτα ἀνδρωθεὶς ὁ ἐξ Ἡμιθέας καὶ Λύρκου ʽΒασίλος αὐτῷ ὄνομἀ ἦλθεν εἰς τὴν Καυνίαν, καὶ αὐτὸν γνωρίσας ὁ Λύρκος ἤδη γηραιὸς ὢν ἡγεμόνα καθίστησι τῶν σφετέρων λαῶν.

De Polymeia

2.1 Ὀδυσσεὺς ἀλώμενος περὶ Σικελίαν καὶ τὴν Τυρρηνῶν καὶ τὴν Σικελῶν θάλασσαν ἀφίκετο πρὸς Αἰόλον εἰς Μελιγουνίδα νῆσον, ὃς αὐτὸν κατὰ κλέος σοφίας τεθηπὼς ἐν πολλῇ φροντίδι εἶχεν· τὰ δὲ περὶ Τροίας ἅλωσιν καὶ ὃν τρόπον αὐτοῖς ἐσκεδάσθησαν αἱ νῆες κομιζομένοις ἀπὸ τῆς Ἰλίου διεπυνθάνετο, ξενίζων τε αὐτὸν πολὺν χρόνον διῆγε.
2.2 Τῷ δ’ ἄρα καὶ αὐτῷ ἦν ἡ μονὴ ἡδομένῳ· Πολυμήλη γάρ, τῶν Αἰολίδων τις, ἐρασθεῖσα αὐτοῦ κρύφα συνῆν. Ὡς δὲ τοὺς ἀνέμους ἐγκεκλεισμένους παραλαβὼν ἀπέπλευσεν, ἡ κόρη φωρᾶταί τινα τῶν Τρωϊκῶν λαφύρων ἔχουσα καὶ τούτοις μετὰ πολλῶν δακρύων ἐναλινδουμένη.
2.3 Ἔνθα δὴ ὁ Αἰόλος τὸν μὲν Ὀδυσσέα καίπερ οὐ παρόντα ἐκάκισεν, τὴν δὲ Πολυμήλην ἐν νῷ ἔσχεν τίσασθαι. Ἔτυχεν δὲ αὐτῆς ἠρασμένος ὁ ἀδελφὸς Διώρης, ὃς αὐτὴν παραιτεῖταί τε καὶ πείθει τὸν πατέρα αὐτῷ συνοικίσαι.

De Euippe

3.1 Οὐ μόνον δὲ Ὀδυσσεὺς περὶ Αἰόλον ἐξήμαρτεν, ἀλλὰ καὶ μετὰ τὴν ἄλην, ὡς τοὺς μνηστῆρας ἐφόνευσεν, εἰς Ἤπειρον ἐλθὼν χρηστηρίων τινῶν ἕνεκα τὴν Τυρίμμα θυγατέρα ἔφθειρεν Εὐίππην, ὃς αὐτὸν οἰκείως τε ὑπεδέξατο καὶ μετὰ πάσης προθυμίας ἐξένιζε. Παῖς δὲ αὐτῷ γίνεται ἐκ ταύτης Εὐρύαλος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi