Thesauros Edebiyat novel Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα

Ἐρωτικὰ Παθήματα Parthenius of Nicaea 1st cent. B.C
7.1 Ἐν δὲ τῇ Ἰταλῇ Ἡρακλείᾳ παιδὸς διαφόρου τὴν ὄψιν ʽἹππαρῖνος αὐτῷ ὄνομἀ τῶν πάνυ δοκίμων Ἀντιλέων ἠράσθη, ὃς πολλὰ μηχανώμενος οὐδαμῆ δυνατὸς ἦν αὐτὸν ἁρμόσασθαι. περὶ δὲ γυμνάσια διατρίβοντι πολλὰ τῷ παιδὶ προσρυεὶς ἔφη τοσοῦτον αὐτοῦ πόθον ἔχειν, ὥστε πάντα πόνον ἀνατλῆναι, καὶ ὅ τι ἂν κελεύῃ μηδενὸς αὐτὸν ἁμαρτήσεσθαι.
7.2 Ὁ δὲ ἄρα κατειρωνευόμενος προσέταξεν αὐτῷ ἀπό τινος ἐρυμνοῦ χωρίου, ὃ μάλιστα ἐφρουρεῖτο ὑπὸ τοῦ τῶν Ἡρακλεωτῶν τυράννου, τὸν κώδωνα κατακομίσαι, πειθόμενος μὴ ἄν ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἆθλον. Ἀντιλέων δὲ κρύφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακαίνει, κἀπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν ὑπόσχεσιν, ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν.
7.3 Ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός τε ἦν αὐτὸν βίᾳ προσάγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἄν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμφιπεσὼν ἐχειρώθη.
7.4 Διὸ τῆς πόλεως εἰς τἀρχαῖον ἀποκαταστάσης, ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη, μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.

De Herippe

8.1 Ὅτε δὲ οἱ Γαλάται κατέδραμον τὴν Ἰωνίαν καὶ τὰς πόλεις ἐπόρθουν, ἐν Μιλήτῳ Θεσμοφορίων ὄντων καὶ συνηθροισμένων γυναικῶν ἐν τῷ  ἱερῷ, ὃ βραχὺ τῆς πόλεως ἀπέχει, ἀποσπασθέν τι μέρος τοῦ βαρβαρικοῦ διῆλθεν εἰς τὴν Μιλησίαν καὶ ἐξαπιναίως ἐπιδραμὸν εἷλεν τὰς γυναῖκας.
8.2 Ἔνθα δὴ τὰς μὲν ἐρρύσαντο πολὺ ἀργύριόν τε καὶ χρυσίον ἀντιδόντες, τινὲς δὲ τῶν βαρβάρων αὐταῖς οἰκειωθέντων ἀπήχθησαν, ἐν δὲ αὐταῖς καὶ Ἡρίππη, γυνὴ Ξάνθου, ἀνδρὸς ἐν Μιλήτῳ πάνυ δοκίμου γένους τε τοῦ πρώτου, παιδίον ἀπολιποῦσα διετές.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi