Thesauros Edebiyat Hitabet Πρὸς Εὐθύνους ἀμάρτυρος

Πρὸς Εὐθύνους ἀμάρτυρος

Πρὸς Εὐθύνους ἀμάρτυρος Isocrates
17 ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι πάντες ἄνθρωποι, ὅταν περ ἀδικεῖν ἐπιχειρῶσιν, ἅμα καὶ τὴν ἀπολογίαν σκοποῦνται· ὥστʼ οὐκ ἄξιον θαυμάζειν, εἰ τούτων ἕνεκα τῶν λόγων οὕτως Εὐθύνους ἠδίκησεν. ἔτι δʼ ἔχοιμʼ ἂν ἐπιδεῖξαι καὶ ἑτέρους, οἳ χρήματα λαβόντες τὰ μὲν πλεῖστʼ ἀπέδοσαν, ὀλίγα δʼ ἀπεστέρησαν, καὶ ἐν μικροῖς μὲν συμβολαίοις ἀδικήσαντας, ἐν μεγάλοις δὲ δικαίους γενομένους·
18 ὥστʼ οὐ μόνος οὐδὲ πρῶτος Εὐθύνους τοιαῦτα πεποίηκεν. ἐνθυμεῖσθαι δὲ χρή, εἰ ἀποδέξεσθε τῶν τὰ τοιαῦτα λεγόντων, ὅτι νόμον θήσετε, πῶς χρὴ ἀδικεῖν· ὥστε τοῦ λοιποῦ χρόνου τὰ μὲν ἀποδώσουσι, τὰ δʼ ὑπολείψονται. λυσιτελήσει γὰρ αὐτοῖς, εἰ μέλλουσιν, οἷς ἂν ἀποδῶσι τεκμηρίοις χρώμενοι, ὧν ἂν ἀποστερῶσι μὴ δώσειν δίκην.
19 σκέψασθε δὲ καί, ὡς ὑπὲρ Νικίου ῥᾴδιον εἰπεῖν ὅμοια τῇ Εὐθύνου ἀπολογίᾳ. ὅτε γὰρ ἀπελάμβανε τὰ δύο τάλαντα, οὐδεὶς αὐτῷ παρεγένετο· ὥστʼ εἴπερ καὶ ἐβούλετο καὶ ἐδόκει αὐτῷ συκοφαντεῖν, δῆλον ὅτι οὐδʼ ἂν ταῦτα ὡμολόγει κεκομίσθαι, ἀλλὰ περὶ ἁπάντων ἂν τοὺς αὐτοὺς λόγους ἐποιεῖτο, καὶ περὶ πλειόνων τε χρημάτων Εὐθύνους ἂν ἐκινδύνευεν, καὶ ἅμα οὐκ ἂν εἶχεν οἷσπερ νυνὶ τεκμηρίοις χρῆσθαι.
20 καὶ μὲν δὴ καὶ Νικίαν μὲν οὐδʼ ἂν εἷς δύναιτο ἀποδεῖξαι, διʼ ἥντινά διʼ ἥντινά ποτε αἰτίαν ἐνεκάλεσεν, Εὐθύνουν δὲ ῥᾴδιον γνῶναι, ὧν ἕνεκα τοῦτον τὸν τρόπον ἠδίκησεν. ὅτε γὰρ Νικίας ἦν ἐν ταῖς συμφοραῖς, πάντες οἱ συγγενεῖς καὶ οἱ ἐπιτήδειοι ἀκηκοότες ἦσαν ὅτι τὸ ἀργύριον, ὃ ἦν αὐτῷ, τούτῳ παρακατέθετο.
21 ἐγίγνωσκεν οὖν Εὐθύνους, ὅτι μὲν ἔκειτο τὰ χρήματα παρʼ αὐτῷ, πολλοὺς ᾐσθημένους, ὁπόσα δὲ οὐδένα πεπυσμένον. ὥσθʼ ἡγεῖτο ἀπὸ μὲν τοῦ ἀριθμοῦ ἀφαιρῶν οὐ γνωσθήσεσθαι, πάντα δʼ ἀποστερῶν καταφανὴς γενήσεσθαι. ἐβούλετο οὖν ἱκανὰ λαβὼν ἀπολογίαν ὑπολείπεσθαι μᾶλλον ἢ μηδὲν ἀποδοὺς μηδʼ ἀρνηθῆναι δύνασθαι.
← Önceki 4 / 4

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi