Thesauros Edebiyat Hitabet Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον

Παραγραφή πρὸς Καλλίμαχον Isocrates
18 καίτοι δοκεῖ ἂν ὑμῖν, ὅστις ἐπὶ τῶν τριάκοντα κόσμιον αὑτὸν παρέσχεν, εἰς τοῦτον ἀποθέσθαι τὸν χρόνον ἀδικεῖν, ἐν ᾧ καὶ τοῖς πρότερον ἡμαρτηκόσι μετέμελεν; ὃ δὲ πάντων δεινότατον, εἰ τῶν μὲν ὑπαρχόντων ἐχθρῶν μηδʼ ἀμύνεσθαι μηδένʼ ἠξίωσα, τοῦτον δὲ κακῶς ποιεῖν ἐπεχείρουν, πρὸς ὃν οὐδὲν πώποτέ μοι συμβόλαιον ἐγένετο.
19 ὡς μὲν οὖν οὐκ αἴτιός εἰμι Καλλιμάχῳ τῆς τῶν χρημάτων δημεύσεως, ἱκανῶς ἀποδεδεῖχθαί μοι νομίζω· ὡς δʼ οὐκ ἐξῆν αὐτῷ δικάζεσθαι περὶ τῶν τότε γεγενημένων, οὐδʼ εἰ πάντα ταῦτʼ ἦν πεποιηκὼς ἅ φησιν αὐτός, ἐκ τῶν συνθηκῶν γνώσεσθε. καί μοι λαβὲ τὸ βιβλίον.
19 Συνθῆκαι
20 ἆρα μικρῷ τῷ δικαίῳ πιστεύων τὴν παραγραφὴν ἐποιησάμην, ἀλλʼ οὐ τῶν μὲν συνθηκῶν διαρρήδην ἀφιεισῶν τοὺς ἐνδείξαντας ἢ φήναντας ἢ τῶν ἄλλων τι τῶν τοιούτων πράξαντας, ἐμαυτὸν δʼ ἔχων ἀποφαίνειν, ὡς οὔτε ταῦτα πεποίηκα οὔτʼ ἄλλʼ οὐδὲν ἐξήμαρτον; ἀνάγνωθι δή μοι καὶ τοὺς ὅρκους.
20 Ὅρκοι
21 οὐκ οὖν δεινόν, ὦ ἄνδρες δικασταί, οὕτω μὲν τῶν συνθηκῶν ἐχουσῶν, τοιούτων δὲ τῶν ὅρκων γενομένων, τοσοῦτον φρονεῖν Καλλίμαχον ἐπὶ τοῖς λόγοις τοῖς αὑτοῦ ὥσθʼ ἡγεῖσθαι πείσειν ὑμᾶς ἐναντία τούτοις ψηφίσασθαι; καὶ εἰ μὲν ἑώρα μεταμέλον τῇ πόλει τῶν πεπραγμένων, οὐκ ἄξιον ἦν θαυμάζειν αὐτοῦ· νῦν δʼ οὐ μόνον ἐν τῇ θέσει τῶν νόμων ἐπεδείξασθε περὶ πολλοῦ ποιούμενοι τὰς συνθήκας,
22 ἀλλὰ καὶ Φίλωνα τὸν ἐκ Κοίλης ἐνδειχθέντα παραπρεσβεύεσθαι, καὶ περὶ μὲν τοῦ πράγματος οὐδὲν ἔχοντʼ ἀπολογήσασθαι, τὰς δὲ συνθήκας παρεχόμενον, ἔδοξεν ὑμῖν ἀφεῖναι καὶ μηδὲ κρίσιν περὶ αὐτοῦ ποιήσασθαι. καὶ ἡ μὲν πόλις οὐδὲ παρὰ τῶν ὁμολογούντων ἐξαμαρτάνειν ἀξιοῖ δίκην λαβεῖν, οὗτος δὲ καὶ τοὺς οὐδὲν ἠδικηκότας τολμᾷ συκοφαντεῖν.
23 καὶ μὴν οὐδὲ τάδʼ αὐτὸν λέληθεν, ὅτι Θρασύβουλος καὶ Ἄνυτος μέγιστον μὲν δυνάμενοι τῶν ἐν τῇ πόλει, πολλῶν δʼ ἀπεστερημένοι χρημάτων, εἰδότες δὲ τοὺς ἀπογράψαντας, ὅμως οὐ τολμῶσιν αὐτοῖς δίκας λαγχάνειν οὐδὲ μνησικακεῖν, ἀλλʼ εἰ καὶ περὶ τῶν ἄλλων μᾶλλον ἑτέρων δύνανται διαπράττεσθαι,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi