Thesauros Edebiyat Hitabet Τραπεζιτικός

Τραπεζιτικός

Τραπεζιτικός Isocrates
25 πρῶτον δʼ ἐκ τούτου σκοπεῖσθε. ὅτε γὰρ ἐδίδομεν τῷ ξένῳ τὴν συνθήκην, καθʼ ἣν οὗτος μὲν ἀφεῖσθαί φησι τῶν ἐγκλημάτων, ἐγὼ δʼ ὡς ἔδει με παρὰ τοὺτου κομίσασθαι τὸ χρυσίον, ἐκελεύομεν τὸν ξένον, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτούς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μή, Σατύρῳ ἀποδοῦναι· καὶ ταῦτα ῥηθῆναι ὑπʼ ἀμφοτέρων ἡμῶν ὁμολογεῖται.
26 καίτοι τί μαθόντες, ὦ ἄνδρες δικασταί, προσετάττομεν ἀποδοῦναι Σατύρω τὸ γραμματεῖον, ἂν μὴ διαλλαγῶμεν, εἴπερ ἀπηλλαγμένος ἤδη Πασίων ἦν ἐγκλημάτων καὶ τέλος εἶχεν ἡμῖν τὸ πρᾶγμα; ἀλλὰ δῆλον ὅτι ταύτας τὰς συνθήκας ἐποιησάμεθʼ ὡς ὑπολοίπων ὄντων ἡμῖν ἔτι πραγμάτων, περί ὦν ἔδει τοῦτον πρὸς ἐμὲ κατὰ τὸ γραμματεῖον διαλύσασθαι.
27 ἔπειτʼ ἐγὼ μέν, ὦ ἄνδρες δικασταί ἔχω τὰς αἰτίας εἰπεῖν διʼ ἃς οὗτος ὡμολόγησεν ἀποδώσειν τὸ χρυσίον· ἐπεὶ γὰρ ἡμεῖς τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγημεν καὶ τὸν Κιττον οὐχ οἶός τʼ ἐγένετʼ ἀφανίσαι, τὸν συνειδότα περὶ τῆς παρακαταθήκης, ἡγησάμενος, εἰ μὲν ἐκδοίη τὸν παῖδα βασανίσαι,
28 φανερός γενήσεσθαι πανουργῶν, εἰ δὲ μὴ ποιήσειε ταῦτʼ, ὀφλήσειν τὴν δίκην, ἐβουλήθη πρὸς ἐμὲ ἀπαλλαγὴν ποιήσασθαι. τοῦτον δὲ κελεύσατʼ ἀποδεῖξαι, τι κερδαίνων ἤ τίνα κίνδυνον φοβηθεὶς ἀφῆκʼ αὐτὸν τῶν ἐγκλημάτων; ἐάν δὲ μηδὲν ἔχῃ τούτων ὑμῖν ἀποφαίνειν, πῶς οὐκ ἄν δικαίως ἐμοὶ μᾶλλον ἢ τούτῳ περὶ τοῦ γραμματείου πιστεύοιτε;
29 καὶ μὲν δή, ὦ ἄνδρες δικασταί, καὶ τόδε ῥᾴδιον πᾶσι γνῶναι, ὅτι ἐμοὶ μέν, ὃς ἐνεκάλουν, εἰ τοὺς ἐλέγχους ἐφοβούμην, ἐξῆν καὶ μηδεμίαν συνθήκην ποιησάμενον χαίρειν ἐᾶν τὸ πρᾶγμα· τούτῳ δὲ διά τε τὴν βάσανον καὶ τοὺς ἀγῶνας τοὺς ἐν ὑμῖν οὐχ οἶόν τʼ ἦν ὁπότε βούλοιτʼ ἀπηλλάχθαι τῶν κινδύνων, εἰ μὴ πείσειεν ἐμὲ τὸν ἐγκαλοῦντα. ὥστʼ οὐκ ἐμὲ περὶ τῆς ἀφέσεως ἀλλὰ τοῦτον περὶ τῆς ἀποδόσεως τῶν χρημάτων ἔδει τὰς συνθήκας ποιεῖσθαι. ἔτι δὲ κἀκεῖνʼ ὑπερφυές,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi