5
τοσούτου δεῖς οὕτω κεχρῆσθαι τοῖς λόγοις, ὥσθʼ ὑπὲρ μὲν Βουσίριδος ἀπολογήσασθαι φάσκων, οὐχ ὅπως τῆς ὑπαρχούσης αὐτὸν διαβολῆς ἀπήλλαξας, ἀλλὰ καὶ τηλικαύτην αὐτῷ τὸ μέγεθος παρανομίαν προσῆψας ἧς οὐκ ἔσθʼ ὅπως ἄν τις δεινοτέραν ἐξευρεῖν δυνηθείη· τῶν γὰρ ἄλλων τῶν ἐπιχειρησάντων ἐκεῖνον λοιδορεῖν τοσοῦτον μόνον περὶ αὐτοῦ βλασφημούντων, ὡς ἔθυε τῶν ξένων τοὺς ἀφικνουμένους, σὺ καὶ κατεσθίειν αὐτὸν τοὺς ἀνθρώπους ᾐτιάσω· Σωκράτους δὲ κατηγορεῖν ἐπιχειρήσας, ὥσπερ ἐγκωμιάσαι βουλόμενος Ἀλκιβιάδην ἔδωκας αὐτῷ μαθητήν, ὃν ὑπʼ ἐκείνου μὲν οὐδεὶς ᾔσθετο παιδευόμενον, ὅτι δὲ πολὺ διήνεγκε τῶν ἄλλων ἅπαντες ἂν ὁμολογήσειαν.
6
τοιγαροῦν εἰ γένοιτʼ ἐξουσία τοῖς τετελευτηκόσι βουλεύσασθαι περὶ τῶν εἰρημένων, ὁ μὲν ἄν σοι τοσαύτην ἔχοι χάριν ὑπὲρ τῆς κατηγορίας, ὅσην οὐδενὶ τῶν ἐπαινεῖν αὐτὸν εἰθισμένων, ὁ δʼ εἰ καὶ περὶ τοὺς ἄλλους πραότατος ἦν, ἀλλʼ οὖν ἐπί γε τοῖς ὑπὸ σοῦ λεγομένοις οὕτως ἂν ἀγανακτήσειεν ὥστε μηδεμιᾶς ἀποσχέσθαι τιμωρίας. καίτοι πῶς οὐκ αἰσχύνεσθαι μᾶλλον ἢ σεμνύνεσθαι προσήκει τὸν παρὰ τοῖς λοιδορουμένοις ὑφʼ αὑτοῦ μᾶλλον ἀγαπώμενον ἢ παρὰ τοῖς ἐγκωμιαζομένοις;
7
οὕτω δʼ ἠμέλησας εἰ μηδὲν ὁμολογούμενον ἐρεῖς, ὥστε φῂς μὲν αὐτὸν τὴν Αἰόλου καὶ τὴν Ὀρφέως ζηλῶσαι δόξαν, ἀποφαίνεις δʼ οὐδὲν τῶν αὐτῶν ἐκείνοις ἐπιτηδεύσαντα. πότερα γὰρ τοῖς περὶ Αἰόλου λεγομένοις αὐτὸν παρατάξωμεν; ἀλλʼ ἐκεῖνος μὲν τῶν ξένων τοὺς ἐπὶ τὴν χώραν ἐκπίπτοντας εἰς τὰς αὑτῶν πατρίδας ἀπέστελλεν, ὁ δʼ εἰ χρὴ τοῖς ὑπὸ σοῦ λεγομένοις πιστεύειν, θύσας κατήσθιεν.
8
ἢ τοῖς Ὀρφέως ἔργοις ὁμοιώσωμεν; ἀλλʼ ὁ μὲν ἐξ Ἅιδου τοὺς τεθνεῶτας ἀνῆγεν, ὁ δὲ πρὸ μοίρας τοὺς ζῶντας ἀπώλλυεν. ὥσθʼ ἡδέως ἂν εἰδείην τί ποτʼ ἂν ἐποίησεν, εἰ καταφρονῶν αὐτῶν ἐτύγχανεν, ὃς θαυμάζων τὴν ἀρετὴν τὴν ἐκείνων ἅπαντα φαίνεται τἀναντία διαπραττόμενος. ὃ δὲ πάντων ἀτοπώτατον, ὅτι περὶ τὰς γενεαλογίας ἐσπουδακὼς ἐτόλμησας εἰπεῖν, ὡς τούτους ἐζήλωσεν ὧν οὐδʼ οἱ πατέρες πω κατʼ ἐκεῖνον τὸν χρόνον γεγονότες ἦσαν.