Thesauros Edebiyat Hitabet Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι

Νικόκλης ἢ Κύπριοι Isocrates
57 προτρέπετε τοὺς νεωτέρους ἐπʼ ἀρετὴν μὴ μόνον παραινοῦντες, ἀλλὰ καὶ περὶ τὰς πράξεις ὑποδεικνύοντες αὐτοῖς οἵους εἶναι χρὴ τοὺς ἄνδρας τοὺς ἀγαθούς. διδάσκετε τοὺς παῖδας τοὺς ὑμετέρους αὐτῶν πειθαρχεῖν,πειθαρχεῖν Γ· βασιλεύεσθαι vulg. καὶ περὶ τὴν παίδευσιν τὴν εἰρημένηντὴν εἰρημένην Γ· τὴν τοιαύτην vulg. ἐθίζετʼ αὐτοὺς ὡς μάλιστα διατρίβειν· ἢν γὰρ καλῶς ἄρχεσθαι μάθωσι, πολλῶν ἄρχειν δυνήσονται, καὶ πιστοὶ μὲν ὄντες καὶ δίκαιοι μεθέξουσι τῶν ἡμετέρων ἀγαθῶν, κακοὶ δὲ γενόμενοι κινδυνεύσουσι περὶ τῶν ὑπαρχόντων.
58 μέγιστον ἡγεῖσθε καὶ βεβαιότατον τοῖς παισὶ πλοῦτον παραδώσειν, ἢν αὐτοῖς δύνησθε τὴν ἡμετέραν εὔνοιαν καταλείπειν. ἀθλιωτάτους ἡγεῖσθε καὶ δυστυχεστάτους, ὅσοι περὶ τοὺς πιστεύοντας ἄπιστοι γεγόνασιν· ἀνάγκη γὰρ τοὺς τοιούτους ἀθύμως ἔχοντας καὶ φοβουμένους ἅπαντα καὶ μηδὲν μᾶλλον πιστεύοντας τοῖς φίλοις ἢ τοῖς ἐχθροῖς τὸν ἐπίλοιπον χρόνον διάγειν.
59 ζηλοῦτε μὴ τοὺς πλεῖστα κεκτημένους, ἀλλὰ τοὺς μηδὲν κακὸν σφίσιν αὐτοῖς συνειδότας· μετὰ γὰρ τοιαύτης ψυχῆς ἥδιστʼ ἄν τις δύναιτο τὸν βίον διαγαγεῖν. μὴ τὴν κακίαν οἴεσθε δύνασθαι μὲν πλείω τῆς ἀρετῆς ὠφελεῖν, τὸ δʼ ὄνομα δυσχερέστερον ἔχειν, ἀλλʼ οἵων περ ὀνομάτων ἕκαστον τῶν πραγμάτων τετύχηκε, τοιαύτας ἡγεῖσθε καὶ τὰς δυνάμεις αὐτῶν εἶναι.
60 μὴ φθονεῖτε τοῖς παρʼ ἐμοὶ πρωτεύουσιν ἀλλʼ ἁμιλλᾶσθε, καὶ πειρᾶσθε χρηστοὺς ὑμᾶς αὐτοὺς παρέχοντες ἐξισοῦσθαι τοῖς προέχουσιν. φιλεῖν οἴεσθε δεῖν καὶ τιμᾶν οὕσπερ ἂν καὶ ὁ βασιλεύς, ἵνα καὶ παρʼ ἐμοῦ τυγχάνητε τῶν αὐτῶν τούτων. οἷά περ παρόντος μου λέγετε, τοιαῦτα καὶ περὶ ἀπόντος φρονεῖτε.
61 τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς ἐν τοῖς ἔργοις ἐνδείκνυσθε μᾶλλον ἢ ἐν τοῖς λόγοις. ἃ πάσχοντες ὑφʼ ἑτέρων ὀργίζεσθε, ταῦτα τοὺς ἄλλους μὴ ποιεῖτε. περὶ ὧν ἂν ἐν τοῖς λόγοις κατηγορῆτε, μηδὲν τούτων ἐν τοῖς ἔργοις ἐπιτηδεύετε. τοιαῦτα προσδοκᾶτε πράξειν, οἷʼ ἂν περὶ ἡμῶν διανοῆσθε. μὴ μόνον ἐπαινεῖτε τοὺς ἀγαθοὺς ἀλλὰ καὶ μιμεῖσθε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi