Thesauros Edebiyat Hitabet Περὶ εἰρήνης

Περὶ εἰρήνης

Περὶ εἰρήνης Isocrates
62 ἀλλὰ καὶ συμβουλεύειν τίνων ἀπεχόμενοι καὶ ποίων ὀρεγόμενοι παυσαίμεθʼ ἂν ταύτην ἔχοντες τὴν γνώμην καὶ τοιαῦτʼ ἐξαμαρτάνοντες, οὗτος ὁ λόγος ἀπορεῖν ἄν με ποιήσειεν ἀποκρίσεως, οὐκ ἀληθοῦς καὶ συμφερούσης, ἀλλʼ ἀρεσκούσης ὑμῖν. οὐ μὴν ἀλλʼ ἐπειδή περ ἀποκεκαλυμμένως ὥρμημαι λέγειν, οὐκ ἀποκνητέον ἀποφήνασθαι καὶ περὶ τούτων.
63 ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονήσειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνηνκαὶ τὴν δικαιοσύνην most MSS.: om. ΓΕ. καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δʼ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δʼ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειε καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.
64 ἐγὼ γὰρ ἡγοῦμαι καὶ τὴν πόλιν ἡμᾶς ἄμεινον οἰκήσειν καὶ βελτίους αὐτοὺς ἔσεσθαι καὶ πρὸς ἁπάσας τὰς πράξεις ἐπιδώσειν, ἢν παυσώμεθα τῆς ἀρχῆς τῆς κατὰ θάλατταν ἐπιθυμοῦντες. αὕτη γάρ ἐστιν ἡ καὶ νῦν εἰς ταραχὴν ἡμᾶς καθιστᾶσα, καὶ τὴν δημοκρατίαν ἐκείνην καταλύσασα μεθʼ ἧς οἱ πρόγονοι ζῶντες εὐδαιμονέστατοι τῶν Ἑλλήνων ἦσαν, καὶ σχεδὸν ἁπάντων αἰτία τῶν κακῶν ὧν αὐτοί τʼ ἔχομεν καὶ τοῖς ἄλλοις παρέχομεν.
65 οἶδα μὲν οὖν ὅτι χαλεπόν ἐστι δυναστείας ὑπὸ πάντων ἐρωμένης καὶ περιμαχήτου γεγενημένης κατηγοροῦντα δοκεῖν ἀνεκτόν τι λέγειν· ὅμως δʼ ἐπειδή περ ὑπεμείνατε καὶ τοὺς ἄλλους λόγους, ἀληθεῖς μὲν ὄντας φιλαπεχθήμονας δέ, καὶ τοῦτον ὑμῶν ἀνασχέσθαι δέομαι,
66 καὶ μὴ καταγνῶναί μου τοιαύτην μανίαν, ὡς ἄρʼ ἐγὼ προειλόμην ἂν διαλεχθῆναι πρὸς ὑμᾶς περὶ πραγμάτων οὕτω παραδόξων, εἰ μή τι λέγειν ἀληθὲς εἶχον περὶ αὐτῶν. νῦν δʼ οἶμαι πᾶσι φανερὸν ποιήσειν ὡς οὔτε δικαίας ἀρχῆς ἐπιθυμοῦμεν οὔτε γενέσθαι δυνατῆς οὔτε συμφερούσης ἡμῖν.
67 ὅτι μὲν οὖν οὐ δικαίας, παρʼ ὑμῶν μαθὼν ὑμᾶς ἔχω διδάσκειν. ὅτε γὰρ Λακεδαιμόνιοι ταύτην εἶχον τὴν δύναμιν, ποίους λόγους οὐκ ἀνηλώσαμεν κατηγοροῦντες μὲν τῆς ἐκείνων ἀρχῆς, διεξιόντες δʼ ὡς δίκαιόν ἐστιν αὐτονόμους εἶναι τοὺς Ἕλληνας;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi