Thesauros Edebiyat Hitabet Περὶ εἰρήνης

Περὶ εἰρήνης

Περὶ εἰρήνης Isocrates
73 καὶ τούτων αὐτῶν μάλιστα τὸν ἐναργέστατα δυνάμενον δηλῶσαι τὰς πονηρὰς τῶν πράξεων καὶ τὰς συμφορὰς τὰς ἀπʼ αὐτῶν γιγνομένας· οὗτος γὰρ ἂν τάχιστα ποιήσειεν ὑμᾶς, μισήσαντας ἃ δεῖ, βελτιόνων ἐπιθυμῆσαι πραγμάτων. ὑπὲρ μὲν οὖν τῆς τῶν λόγων τραχύτητος καὶ τῶν εἰρμένων καὶ τῶν ῥηθήσεσθαι μελλόντων ταῦτʼ ἔχω λέγειν πρὸς ὑμᾶς· ὅθεν δʼ ἀπέλιπον, πάλιν ποιήσομαι τὴν ἀρχήν.
74 ἔφασκον γὰρ ἐκεῖθεν κάλλιστʼ ἂν ὑμᾶς καταμαθεῖν ὡς οὐ συμφέρει λαβεῖν τὴν κατὰ θάλατταν ἀρχήν, εἰ σκέψαισθε τίνα τρόπον ἡ πόλις διέκειτο πρὶν τὴν δύναμιν ταύτην κτήσασθαι, καὶ πῶς ἐπειδὴ κατέσχεν αὐτήν· ἢν γὰρ ταῦτα παρʼ ἄλληλα τῇ διανοία θεωρήσητε, γνώσεσθʼ ὅσων κακῶν αἰτία τῇ πόλει γέγονεν.
75 ἡ μὲν τοίνυν πολιτεία τοσούτω βελτίων ἦν καὶ κρείττων ἡ τότε τῆς ὕστερον καταστάσης, ὅσῳ περ Ἀριστείδης καὶ Θεμιστοκλῆς καὶ Μιλτιάδης ἄνδρες ἀμείνους ἦσαν Ὑπερβόλου καὶ Κλεοφῶντος καὶ τῶν νῦν δημηγορούντων· τὸν δὲ δῆμον εὑρήσετε τὸν τότε πολιτευόμενον οὐκ ἀργίας οὐδʼ ἀπορίας οὐδʼ ἐλπίδων κενῶν ὄντα μεστόν,
76 ἀλλὰ νικᾶν μὲν δυνάμενον ἐν ταῖς μάχαις ἅπαντας τοὺς εἰς τὴν χώραν εἰσβάλλοντας, ἀριστείων δʼ ἀξιούμενον ἐν τοῖς ὑπὲρ τῆς Ἑλλάδος κινδύνοις, οὕτω δὲ πιστευόμενον ὥστε τὰς πλείστας αὐτῷ τῶν πόλεων ἑκούσας ἐγχειρίσαι σφᾶς αὐτάς.
77 τούτων δʼ ὑπαρχόντων, ἀντὶ μὲν τῆς πολιτείας τῆς παρὰ πᾶσιν εὐδοκιμούσης ἐπὶ τοιαύτην ἀκολασίαν ἡ δύναμις ἡμᾶς αὕτη προήγαγεν, ἣν οὐδεὶς ἂν ἀνθρώπων ἐπαινέσειεν· ἀντὶ δὲ τοῦ νικᾶν τοὺς ἐπιστρατεύοντας οὕτω τοὺς πολίτας ἐπαίδευσεν, ὥστε μηδὲ πρὸ τῶν τειχῶν τολμᾶν ἐπεξιέναι τοῖς πολεμίοις·
78 ἀντὶ δὲ τῆς εὐνοίας τῆς παρὰ τῶν συμμάχων αὐτοῖς ὑπαρχούσης καὶ τῆς δόξης τῆς παρὰ τῶν ἄλλων Ἑλλήνων εἰς τοσοῦτον μῖσος κατέστησεν, ὥστε παρὰ μικρὸν ἐλθεῖν ἐξανδραποδισθῆναι τὴν πόλιν, εἰ μὴ Λακεδαιμονίων τῶν ἐξ ἀρχῆς πολεμούντων εὐνουστέρων ἐτύχομεν ἢ τῶν πρότερον ἡμῖν συμμάχων ὄντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi