Thesauros Edebiyat Hitabet Περὶ ἀντιδόσεως

Περὶ ἀντιδόσεως

Περὶ ἀντιδόσεως Isocrates
25 ἅπερ Λυσίμαχος διανοηθεὶς εἰς τουτονὶ τὸν κίνδυνόν με κατέστησεν, ἡγούμενος τὸν ἀγῶνα τὸν πρὸς ἐμὲ παρʼ ἑτέρων αὑτῷ χρηματισμὸν ποιήσειν, καὶ προσδοκῶν, ἢν ἐμοῦ περιγένηται τοῖς λόγοις, ὅν φησι διδάσκαλον εἶναι τῶν ἄλλων, ἀνυπόστατον τὴν αὑτοῦ δύναμιν ἅπασιν εἶναι δόξειν.
26 ἐλπίζει δὲ ῥᾳδίως τοῦτο ποιήσειν· ὁρᾷ γὰρ ὑμᾶς μὲν λίαν ταχέως ἀποδεχομένους τὰς αἰτίας καὶ τὰς διαβολάς, ἐμὲ δʼ ὑπὲρ αὐτῶν οὐ δυνησόμενον ἀξίως τῆς δόξης ἀπολογήσασθαι καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ἀγώνων.
27 οὕτω γὰρ βεβίωκα τὸν παρελθόντα χρόνον, ὥστε μηδένα μοι πώποτε μήτʼ ἐν ὀλιγαρχία μήτʼ ἐν δημοκρατία μήθʼ ὕβριν μήτʼ ἀδικίαν ἐγκαλέσαι, μηδʼ εἶναι μήτε διαιτητὴν μήτε δικαστὴν ὅστις περὶ τῶν ἐμοὶ πεπραγμένων φανήσεται κριτὴς γεγενημένος· ἠπιστάμην γὰρ αὐτὸς μὲν εἰς τοὺς ἄλλους μηδὲν ἐξαμαρτάνειν, ἀδικούμενος δὲ μὴ μετὰ δικαστηρίου ποιεῖσθαι τὰς τιμωρίας, ἀλλʼ ἐν τοῖς φίλοις τοῖς ἐκείνων διαλύεσθαι περὶ τῶν ἀμφισβητουμένων. ὧν οὐδέν μοι πλέον γέγονεν,
28 ἀλλʼ ἀνεγκλητεὶ μέχρι ταυτησὶ τῆς ἡλικίας βεβιωκὼς εἰς τὸν αὐτὸν καθέστηκα κίνδυνον, εἰς ὅνπερ ἂν εἰ πάντας ἐτύγχανον ἠδικηκώς. οὐ μὴν παντάπασιν ἀθυμῶ διὰ τὸ μέγεθος τοῦ τιμήματος, ἀλλʼ ἐάν περ ἐθελήσητε μετʼ εὐνοίας ἀκροάσασθαι, πολλὰς ἐλπίδας ἔχω τοὺς μὲν διεψευσμένους τῶν ἐμῶν ἐπιτηδευμάτων καὶ πεπεισμένους ὑπὸ τῶν βουλομένων βλασφημεῖν ταχέως μεταπεισθήσεσθαι περὶ αὐτῶν, τοὺς δὲ τοιοῦτον εἶναί με νομίζοντας οἷός περ εἰμί, βεβαιότερον ἔτι ταύτην ἕξειν τὴν διάνοιαν.
29 ἵνα δὲ μὴ λίαν ἐνοχλῶ πολλὰ πρὸ τοῦ πράγματος λέγων, ἀφέμενος τούτων, περὶ ὧν οἴσετε τὴν ψῆφον, ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. καί μοι ἀνάγνωθι τὴν γραφήν.
29 Γραφή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi