Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
55 καθʼ ἕκαστον μὲν οὖν διεξιέναι περὶ τῶν τοιούτων καὶ τοσούτων τὸ πλῆθος ἀνόητόν ἐστιν· ὀλίγα δὲ καθʼ ἁπάντων εἰπεῖν, ἃ τοῖς ἀκούσασιν ὀργὴν ἀξίαν ἐμποιήσειεν ἂν τῶν πεπραγμένων, νεώτερος μὲν ὢν ἴσως ἂν ἐξεῦρον, νῦν δʼ οὐδὲν ἐπέρχεταί μοι τοιοῦτον, ἀλλʼ ἅπερ ἅπασιν, ὅτι τοσοῦτον ἐκεῖνοι διήνεγκαν ἀνομίᾳ καὶ πλεονεξίᾳ τῶν προγεγενημένων, ὥστʼ οὐ μόνον αὑτοὺς ἀπώλεσαν καὶ τοὺς φίλους καὶ τὰς πατρίδας τὰς αὑτῶν, ἀλλὰ καὶ Λακεδαιμονίους πρὸς τοὺς συμμάχους διαβαλόντες εἰς τοιαύτας καὶ τοσαύτας συμφορὰς ἐνέβαλον, ὅσας οὐδεὶς πώποτʼ αὐτοῖς γενήσεσθαι προσεδόκησεν.
56 μάλιστα μὲν οὖν ἐντεῦθεν ἄν τις δυνηθείη κατιδεῖν ὅσῳ μετριώτερον καὶ πραότερον ἡμεῖς τῶν πραγμάτων ἐπεμελήθημεν, δεύτερον δʼ ἐκ τοῦ ῥηθήσεσθαι μέλλοντος· Σπαρτιᾶται μὲν γὰρ ἔτη δέκα μόλις ἐπεστάτησαν αὐτῶν, ἡμεῖς δὲ πέντε καὶ ἑξήκοντα συνεχῶς κατέσχομεν τὴν ἀρχήν. καίτοι πάντες ἴσασι τὰς πόλεις τὰς ὑφʼ ἑτέροις γιγνομένας, ὅτι πλεῖστον χρόνον τούτοις παραμένουσιν ὑφʼ ὧν ἂν ἐλάχιστα κακὰ πάσχουσαι τυγχάνωσιν.
57 ἐκ τούτων τοίνυν ἀμφότεραι μισηθεῖσαι κατέστησαν εἰς πόλεμον καὶ ταραχήν, ἐν ᾗ τὴν μὲν ἡμετέραν εὕροι τις ἄν, ἁπάντων αὐτῇ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐπιθεμένων, ἔτη δέκα τούτοις ἀντισχεῖν δυνηθεῖσαν, Λακεδαιμονίους δὲ κρατοῦντας ἔτι κατὰ γῆν, πρὸς Θηβαίους μόνους πολεμήσαντας καὶ μίαν μάχην ἡττηθέντας, ἁπάντων ἀποστερηθέντας ὧν εἶχον, καὶ παραπλησίαις ἀτυχίαις χρησαμένους καὶ συμφοραῖς αἷσπερ ἡμεῖς,
58 καὶ πρὸς τούτοις τὴν μὲν ἡμετέραν πόλιν ἐν ἐλάττοσιν ἔτεσιν ἀναλαβοῦσαν αὑτὴν ἢ κατεπολεμήθη, Σπαρτιάτας δὲ μετὰ τὴν ἧτταν μηδʼ ἐν πολλαπλασίῳ χρόνῳ δυνηθέντας καταστῆσαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἕξιν ἐξ ἧς περ ἐξέπεσον, ἀλλʼ ὁμοίως ἔτι καὶ νῦν ἔχοντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi