Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
69 εἰ καὶ μικρὸς λογισμὸς ἐνῆν αὐτοῖς, δικαίως ἂν χάριν εἶχον ἡμῖν. παραλαβόντες γὰρ τὰς πόλεις αὐτῶν τὰς μὲν παντάπασιν ἀναστάτους γεγενημένας ὑπὸ τῶν βαρβάρων, τὰς δὲ πεπορθημένας, εἰς τοῦτο προηγάγομεν, ὥστε μικρὸν μέρος τῶν γιγνομένων ἡμῖν διδόντας μηδὲν ἐλάττους ἔχειν τοὺς οἴκους Πελοποννησίων τῶν οὐδένα φόρον ὑποτελούντων.
70 περὶ τοίνυν τῶν ἀναστάτων γεγενημένων ὑφʼ ἑκατέρας τῶν πόλεων, ὃ μόνοις τινὲς ἡμῖν ὀνειδίζουσιν, ἐπιδείξομεν πολὺ δεινότερα πεποιηκότας οὓς ἐπαινοῦντες διατελοῦσιν. ἡμῖν μὲν γὰρ συνέπεσε περὶ νησύδρια τοιαῦτα καὶ τηλικαῦτα τὸ μέγεθος ἐξαμαρτεῖν, ἃ πολλοὶ τῶν Ἑλλήνων οὐδʼ ἴσασιν, ἐκεῖνοι δὲ τὰς μεγίστας πόλεις τῶν ἐν Πελοποννήσῳ καὶ τὰς πανταχῇ προεχούσας τῶν ἄλλων ἀναστάτους ποιήσαντες αὐτοὶ τἀκείνων ἔχουσιν,
71 ἃς ἄξιον ἦν, εἰ καὶ μηδὲν αὐταῖς πρότερον ὑπῆρχεν ἀγαθόν, τῆς μεγίστης δωρεᾶς παρὰ τῶν Ἑλλήνων τυχεῖν διὰ τὴν στρατείαν τὴν ἐπὶ Τροίαν, ἐν ᾗ σφᾶς τε αὐτὰς παρέσχον πρωτευούσας καὶ τοὺς ἡγεμόνας ἀρετὰς ἔχοντας οὐ μόνον τὰς τοιαύτας ὧν πολλοὶ καὶ τῶν φαύλων κοινωνοῦσιν, ἀλλὰ κἀκείνας ὧν οὐδεὶς ἂν πονηρὸς ὢν δυνηθείη μετασχεῖν.
72 Μεσσήνη μὲν γὰρ Νέστορα παρέσχε τὸν φρονιμώτατον ἁπάντων τῶν κατʼ ἐκεῖνον τὸν χρόνον γενομένων, Λακεδαίμων δὲ Μενέλαον τὸν διὰ σωφροσύνην καὶ δικαιοσύνην μόνον ἀξιωθέντα Διὸς γενέσθαι κηδεστήν, ἡ δʼ Ἀργείων πόλις Ἀγαμέμνονα τὸν οὐ μίαν οὐδὲ δύο σχόντα μόνον ἀρετάς, ἀλλὰ πάσας ὅσας ἂν ἔχοι τις εἰπεῖν,
73 καὶ ταύτας οὐ μετρίως ἀλλʼ ὑπερβαλλόντως· οὐδένα γὰρ εὑρήσομεν τῶν ἁπάντων οὔτʼ ἰδιωτέρας πράξεις μεταχειρισάμενον οὔτε καλλίους οὔτε μείζους οὔτε τοῖς Ἕλλησιν ὠφελιμωτέρας οὔτε πλειόνων ἐπαίνων ἀξίας. καὶ τούτοις οὕτω μὲν ἀπηριθμημένοις εἰκότως ἄν τινες ἀπιστήσειαν, μικρῶν δὲ περὶ ἑκάστου ῥηθέντων ἅπαντες ἂν ἀληθῆ με λέγειν ὁμολογήσειαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi