74
οὐ δύναμαι δὲ κατιδεῖν, ἀλλʼ ἀπορῶ ποίοις ἂν λόγοις μετὰ ταῦτα χρησάμενος ὀρθῶς εἴην βεβουλευμένος. αἰσχύνομαι μὲν γάρ, εἰ τοσαῦτα περὶ τῆς Ἀγαμέμνονος ἀρετῆς προειρηκὼς μηδενὸς μνησθήσομαι τῶν ὑπʼ ἐκείνου πεπραγμένων, ἀλλὰ δόξω τοῖς ἀκούουσιν ὅμοιος εἶναι τοῖς ἀλαζονευομένοις καὶ λέγουσιν ὅ τι ἂν τύχωσιν· ὁρῶ δὲ τὰς πράξεις τὰς ἔξω λεγομένας τῶν ὑποθέσεων οὐκ ἐπαινουμένας ἀλλὰ ταραχώδεις εἶναι δοκούσας, καὶ πολλοὺς μὲν ὄντας τοὺς κακῶς χρωμένους αὐταῖς,
75
πολὺ δὲ πλείους τοὺς ἐπιτιμῶντας. διὸ δέδοικα μὴ καὶ περὶ ἐμὲ συμβῇ τι τοιοῦτον. οὐ μὴν ἀλλʼ αἱροῦμαι βοηθῆσαι τῷ ταὐτὸν ἐμοί τε καὶ πολλοῖς πεπονθότι, καὶ διημαρτηκότι τῆς δόξης ἧς προσῆκε τυχεῖν αὐτόν, καὶ μεγίστων μὲν ἀγαθῶν αἰτίῳ γεγενημένῳ περὶ ἐκεῖνον τὸν χρόνον, ἧττον δʼ ἐπαινουμένῳ τῶν οὐδὲν ἄξιον λόγου διαπεπραγμένων.
76
τί γὰρ ἐκεῖνος ἐνέλιπεν, ὃς τηλικαύτην μὲν ἔσχε τιμήν, ἧς εἰ πάντες συνελθόντες μείζω ζητοῖεν, οὐδέποτʼ ἂν εὑρεῖν δυνηθεῖεν; μόνος γὰρ ἁπάσης τῆς Ἑλλάδος ἠξιώθη γενέσθαι στρατηγός. ὁπότερον δέ, εἴθʼ ὑπὸ πάντων αἱρεθεὶς εἴτʼ αὐτὸς κτησάμενος, οὐκ ἔχω λέγειν. ὁποτέρως δʼ οὖν συμβέβηκεν, οὐδεμίαν ὑπερβολὴν λέλοιπε τῆς περὶ αὑτὸν δόξης τοῖς ἄλλως πως τιμηθεῖσιν.
77
ταύτην δὲ λαβὼν τὴν δύναμιν οὐκ ἔστιν ἥν τινα τῶν Ἑλληνίδων πόλεων ἐλύπησεν, ἀλλʼ οὕτως ἦν πόρρω τοῦ περί τινας ἐξαμαρτεῖν, ὥστε παραλαβὼν τοὺς Ἕλληνας ἐν πολέμῳ καὶ ταραχαῖς καὶ πολλοῖς κακοῖς ὄντας τούτων μὲν αὐτοὺς ἀπήλλαξεν, εἰς ὁμόνοιαν δὲ καταστήσας τὰ μὲν περιττὰ τῶν ἔργων καὶ τερατώδη καὶ μηδὲν ὠφελοῦντα τοὺς ἄλλους ὑπερεῖδε, στρατόπεδον δὲ συστήσας ἐπὶ τοὺς βαρβάρους ἤγαγεν.
78
τούτου δὲ κάλλιον στρατήγημα καὶ τοῖς Ἕλλησιν ὠφελιμώτερον οὐδεὶς φανήσεται πράξας οὔτε τῶν κατʼ ἐκεῖνον τὸν χρόνον εὐδοκιμησάντων οὔτε τῶν ὕστερον ἐπιγενομένων. ἃ ʼκεῖνος πράξας καὶ τοῖς ἄλλοις ὑποδείξας οὐχ οὕτως εὐδοκίμησεν, ὡς προσῆκεν αὐτόν, διὰ τοὺς μᾶλλον ἀγαπῶντας τὰς θαυματοποιίας τῶν εὐεργεσιῶν καὶ τὰς ψευδολογίας τῆς ἀληθείας, ἀλλὰ τοιοῦτος γενόμενος ἐλάττω δόξαν ἔχει τῶν οὐδὲ μιμήσασθαι τολμησάντων αὐτόν.