Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
115 ὥστʼ οὐδεὶς ἂν δικαίως ἐπιτιμήσειε τοῖς ἑλομένοις αὐτήν· οὐ γὰρ διήμαρτον τῶν ἐλπίδων, οὐδʼ ἠγνόησαν οὐδὲν οὔτε τῶν ἀγαθῶν οὔτε τῶν κακῶν τῶν προσόντων ἑκατέρᾳ τῶν δυνάμεων, ἀλλʼ ἀκριβῶς ᾔδεσαν τὴν μὲν κατὰ γῆν ἡγεμονίαν ὑπʼ εὐταξίας καὶ σωφροσύνης καὶ πειθαρχίας καὶ τῶν ἄλλων τῶν τοιούτων μελετωμένην, τὴν δὲ κατὰ θάλατταν δύναμιν οὐκ ἐκ τούτων αὐξανομένην,
116 ἀλλʼ ἔκ τε τῶν τεχνῶν τῶν περὶ τὰς ναῦς καὶ τῶν ἐλαύνειν αὐτὰς δυναμένων καὶ τῶν τὰ σφέτερα μὲν αὐτῶν ἀπολωλεκότων, ἐκ δὲ τῶν ἀλλοτρίων πορίζεσθαι τὸν βίον εἰθισμένων· ὧν εἰσπεσόντων εἰς τὴν πόλιν οὐκ ἄδηλος ἦν ὅ τε κόσμος ὁ τῆς πολιτείας τῆς πρότερον ὑπαρχούσης λυθησόμενος, ἥ τε τῶν συμμάχων εὔνοια ταχέως ληψομένη μεταβολήν, ὅταν οἷς πρότερον χώρας ἐδίδοσαν καὶ πόλεις, τούτους ἀναγκάζωσι συντάξεις καὶ φόρους ὑποτελεῖν, ἵνʼ ἔχωσι μισθὸν διδόναι τοῖς τοιούτοις οἵους ὀλίγῳ πρότερον εἶπον.
117 ἀλλʼ ὅμως οὐδὲν ἀγνοοῦντες τῶν προειρημένων ἐνόμιζον τῇ πόλει τῇ τηλικαύτῃ μὲν τὸ μέγεθος, τοιαύτην δʼ ἐχούσῃ δόξαν, λυσιτελεῖν καὶ πρέπειν ἁπάσας ὑπομεῖναι τὰς δυσχερείας μᾶλλον ἢ τὴν Λακεδαιμονίων ἀρχήν· δυοῖν γὰρ πραγμάτοιν προτεινομένοιν μὴ σπουδαίοιν, κρείττω τὴν αἵρεσιν εἶναι τοῦ δεινὰ ποιεῖν ἑτέρους ἢ πάσχειν αὐτοὺς καὶ τοῦ μὴ δικαίως τῶν ἄλλων ἄρχειν μᾶλλον ἢ φεύγοντας τὴν αἰτίαν ταύτην ἀδίκως Λακεδαιμονίοις δουλεύειν.
118 ἅπερ ἅπαντες μὲν ἂν οἱ νοῦν ἔχοντες ἕλοιντο καὶ βουληθεῖεν, ὀλίγοι δʼ ἄν τινες τῶν προσποιουμένων εἶναι σοφῶν ἐρωτηθέντες οὐκ ἂν φήσαιεν. αἱ μὲν οὖν αἰτίαι διʼ ἃς μετέλαβον τὴν πολιτείαν τὴν ὑπό τινων ψεγομένην ἀντὶ τῆς ὑπὸ πάντων ἐπαινουμένης, διὰ μακροτέρων μὲν αὐτὰς διῆλθον, αὗται δʼ οὖν ἦσαν.
119 ἤδη δὲ περὶ ἧς τε ὑπεθέμην καὶ τῶν προγόνων ποιήσομαι τοὺς λόγους, ἐκείνων τῶν χρόνων ἐπιλαβόμενος ὅτʼ οὐκ ἦν οὔτʼ ὀλιγαρχίας οὔτε δημοκρατίας ὄνομά πω λεγόμενον, ἀλλὰ μοναρχίαι καὶ τὰ γένη τὰ τῶν βαρβάρων καὶ τὰς πόλεις τὰς Ἑλληνίδας ἁπάσας διῴκουν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi