Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
125 καὶ ταύτην ἔχοντας τὴν χώραν τροφὸν ἐξ ἧς περ ἔφυσαν, καὶ στέργοντας αὐτὴν ὁμοίως ὥσπερ οἱ βέλτιστοι τοὺς πατέρας καὶ τὰς μητέρας τὰς αὑτῶν, πρὸς δὲ τούτοις οὕτω θεοφιλεῖς ὄντας, ὥσθʼ ὃ δοκεῖ χαλεπώτατον εἶναι καὶ σπανιώτατον, εὑρεῖν τινας τῶν οἴκων τῶν τυραννικῶν καὶ βασιλικῶν ἐπὶ τέτταρας ἢ πέντε γενεὰς διαμείναντας,
126 καὶ τοῦτο συμβῆναι μόνοις ἐκείνοις. Ἐριχθόνιος μὲν γὰρ ὁ φὺς ἐξ Ἡφαίστου καὶ Γῆς παρὰ Κέκροπος ἄπαιδος ὄντος ἀρρένων παίδων τὸν οἶκον καὶ τὴν βασιλείαν παρέλαβεν· ἐντεῦθεν δʼ ἀρξάμενοι πάντες οἱ γενόμενοι μετʼ ἐκεῖνον, ὄντες οὐκ ὀλίγοι, τὰς κτήσεις τὰς αὑτῶν καὶ τὰς δυναστείας τοῖς αὑτῶν παισὶ παρέδοσαν μέχρι Θησέως. περὶ οὗ πρὸ πολλοῦ ἂν ἐποιησάμην μὴ διειλέχθαι πρότερον περὶ τῆς ἀρετῆς καὶ τῶν πεπραγμένων αὐτῷ· πολὺ γὰρ ἂν μᾶλλον ἥρμοσεν ἐν τῷ λόγῳ τῷ περὶ τῆς πόλεως διελθεῖν περὶ αὐτῶν. ἀλλὰ γὰρ χαλεπὸν ἦν,
127 μᾶλλον δʼ ἀδύνατον, τὰ κατʼ ἐκεῖνον ἐπελθόντα τὸν χρόνον εἰς τοῦτον ἀποθέσθαι τὸν καιρόν, ὃν οὐ προῄδειν ἐσόμενον. ἐκεῖνα μὲν οὖν ἐάσομεν, ἐπειδὴ πρὸς τὸ παρὸν αὐτοῖς κατεχρησάμην, μιᾶς δὲ μόνον μνησθήσομαι πράξεως, ᾗ συμβέβηκε μήτʼ εἰρῆσθαι πρότερον μήτε πεπρᾶχθαι μηδʼ ὑφʼ ἑνὸς ἄλλου πλὴν ὑπὸ Θησέως, σημεῖον δʼ εἶναι μέγιστον τῆς ἀρετῆς τῆς ἐκείνου καὶ φρονήσεως.
128 ἔχων γὰρ βασιλείαν ἀσφαλεστάτην καὶ μεγίστην, ἐν ᾗ πολλὰ καὶ καλὰ διαπεπραγμένος ἦν καὶ κατὰ πόλεμον καὶ περὶ διοίκησιν τῆς πόλεως, ἅπαντα ταῦθʼ ὑπερεῖδεν, καὶ μᾶλλον εἵλετο τὴν δόξαν τὴν ἀπὸ τῶν πόνων καὶ τῶν ἀγώνων εἰς ἅπαντα τὸν χρόνον μνημονευθησομένην ἢ τὴν ῥᾳθυμίαν καὶ τὴν εὐδαιμονίαν τὴν διὰ τὴν βασιλείαν ἐν τῷ παρόντι γιγνομένην.
129 καὶ ταῦτʼ ἔπραξεν οὐκ ἐπειδὴ πρεσβύτερος γενόμενος ἀπολελαυκὼς ἦν τῶν ἀγαθῶν τῶν παρόντων, ἀλλʼ ἀκμάζων, ὡς λέγεται, τὴν μὲν πόλιν διοικεῖν τῷ πλήθει παρέδωκεν, αὐτὸς δʼ ὑπὲρ ταύτης τε καὶ τῶν ἄλλων Ἑλλήνων διετέλει κινδυνεύων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi