134
αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τῶν πολιτειῶν οὕτως ἔχουσιν, ἡγοῦμαι δὲ ταῦτα μὲν ἑτέροις πολὺ πλείους λόγους παρέξειν τῶν νῦν εἰρημένων, ἐμοὶ δʼ οὐκέτι περὶ ἁπασῶν αὐτῶν εἶναι διαλεκτέον, ἀλλὰ περὶ μόνης τῆς τῶν προγόνων· ταύτην γὰρ ὑπεσχόμην ἐπιδείξειν σπουδαιοτέραν καὶ πλειόνων ἀγαθῶν αἰτίαν οὖσαν τῆς ἐν Σπάρτῃ καθεστηκυίας.
135
ἔσται δʼ ὁ λόγος τοῖς μὲν ἡδέως ἂν ἀκούσασι πολιτείαν χρηστὴν ἐμοῦ διεξιόντος οὔτʼ ὀχληρὸς οὔτʼ ἄκαιρος, ἀλλὰ σύμμετρος καὶ προσήκων τοῖς πρότερον εἰρημένοις, τοῖς δὲ μὴ χαίρουσι τοῖς μετὰ πολλῆς σπουδῆς εἰρημένοις, ἀλλὰ τοῖς ἐν ταῖς πανηγύρεσι μάλιστα μὲν λοιδορουμένοις, ἢν δʼ ἀπόσχωνται τῆς μανίας ταύτης, ἐγκωμιάζουσιν ἢ τὰ φαυλότατα τῶν ὄντων ἢ τοὺς παρανομωτάτους τῶν γεγενημένων, τούτοις δʼ αὐτὸν οἶμαι δόξειν πολὺ μακρότερον εἶναι τοῦ δέοντος.
136
ἐμοὶ δὲ τῶν μὲν τοιούτων ἀκροατῶν οὐδὲν πώποτʼ ἐμέλησεν, οὐδὲ τοῖς ἄλλοις τοῖς εὖ φρονοῦσιν, ἐκείνων δὲ τῶν ἅ τε προεῖπον πρὸ ἅπαντος τοῦ λόγου μνημονευσόντων, τῷ τε πλήθει τῶν λεγομένων οὐκ ἐπιτιμησόντων, οὐδʼ ἢν μυρίων ἐπῶν ᾖ τὸ μῆκος, ἀλλʼ ἐφʼ αὑτοῖς εἶναι νομιούντων τοσοῦτον ἀναγνῶναι μέρος καὶ διελθεῖν ὁπόσον ἂν αὐτοὶ βουληθῶσιν, πάντων δὲ μάλιστα τῶν οὐδενὸς ἂν ἥδιον ἀκουόντων ἢ λόγου διεξιόντος ἀνδρῶν ἀρετὰς καὶ πόλεως τρόπον καλῶς οἰκουμένης,
137
ἅπερ εἰ μιμήσασθαί τινες βουληθεῖεν καὶ δυνηθεῖεν, αὐτοί τʼ ἂν ἐν μεγάλῃ δόξῃ τὸν βίον διαγάγοιεν καὶ τὰς πόλεις τὰς αὑτῶν εὐδαίμονας ποιήσειαν. οἵους μὲν οὖν εὐξαίμην ἂν εἶναι τοὺς ἀκουσομένους τῶν ἐμῶν, εἴρηκα, δέδοικα δὲ μὴ τοιούτων γενομένων πολὺ καταδεέστερον εἴπω τῶν πραγμάτων περὶ ὧν μέλλω ποιεῖσθαι τοὺς λόγους. ὅμως δʼ οὕτως ὅπως ἂν οἷός τʼ ὦ πειράσομαι διαλεχθῆναι περὶ αὐτῶν.