Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
154 καὶ τῶν γερόντων αἵρεσιν τῶν ἐπιστατούντων ἅπασι τοῖς πράγμασι μετὰ τοσαύτης σπουδῆς ποιεῖσθαι νομοθετήσαντος, μεθʼ ὅσης πέρ φασι καὶ τοὺς ἡμετέρους περὶ τῶν εἰς Ἄρειον πάγον ἀναβήσεσθαι μελλόντων, ἔτι δὲ καὶ τὴν δύναμιν αὐτοῖς περιθέντος τὴν αὐτήν, ἥνπερ ᾔδει καὶ τὴν βουλὴν ἔχουσαν τὴν παρʼ ἡμῖν.
155 ὅτι μὲν οὖν τὸν αὐτὸν τρόπον τἀκεῖ καθέστηκεν ὥσπερ εἶχε τὸ παλαιὸν καὶ τὰ παρʼ ἡμῖν, παρὰ πολλῶν ἔσται πυθέσθαι τοῖς εἰδέναι βουλομένοις· ὡς δὲ καὶ τὴν ἐμπειρίαν τὴν περὶ τὸν πόλεμον οὐ πρότερον ἤσκησαν οὐδʼ ἄμεινον ἐχρήσαντο Σπαρτιᾶται τῶν ἡμετέρων, ἐκ τῶν ἀγώνων καὶ τῶν πολέμων τῶν ὁμολογουμένων γενέσθαι κατʼ ἐκεῖνοι τὸν χρόνον οὕτως οἶμαι σαφῶς ἐπιδείξειν, ὥστε μήτε τοὺς ἀνοήτως λακωνίζοντας ἀντειπεῖν δυνήσεσθαι τοῖς ῥηθεῖσι, μήτε τοὺς τὰ ἡμέτερα ἅμα τε θαυμάζοντας καὶ βασκαίνοντας καὶ μιμεῖσθαι γλιχομένους.
156 ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λεχθησομένων ἀκοῦσαι μὲν ἴσως τισὶν ἀηδῆ, ῥηθῆναι δʼ οὐκ ἀσύμφορον. εἰ γάρ τις φαίη τὼ πόλεε τούτω πλείστων ἀγαθῶν αἰτίας γεγενῆσθαι τοῖς Ἕλλησι καὶ μεγίστων κακῶν μετὰ τὴν Ξέρξου στρατείαν, οὐκ ἔστιν ὅπως οὐκ ἀληθῆ δόξειεν ἂν λέγειν τοῖς εἰδόσι τι περὶ τῶν τότε γεγενημένων.
157 ἠγωνίσαντό τε γὰρ ὡς δυνατὸν ἄριστα πρὸς τὴν ἐκείνου δύναμιν, ταῦτά τε πράξασαι, προσῆκον αὐταῖς καὶ περὶ τῶν ἐχομένων βουλεύσασθαι καλῶς, εἰς τοῦτʼ ἦλθον οὐκ ἀνοίας ἀλλὰ μανίας, ὥστε πρὸς μὲν τὸν ἐπιστρατεύσαντα καὶ βουληθέντα τὼ μὲν πόλεε τούτω παντάπασιν ἀνελεῖν, τοὺς δʼ ἄλλους Ἕλληνας καταδουλώσασθαι,
158 πρὸς μὲν τὸν τοιοῦτον, κρατήσασαι ῥᾳδίως ἂν αὐτοῦ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, εἰρήνην εἰς ἅπαντα συνεγράψαντο τὸν χρόνον ὥσπερ πρὸς εὐεργέτην γεγενημένον, φθονήσασαι δὲ ταῖς ἀρεταῖς ταῖς αὑτῶν, εἰς πόλεμον καταστᾶσαι πρὸς ἀλλήλας καὶ φιλονεικίαν, οὐ πρότερον ἐπαύσαντο σφᾶς τε αὐτὰς ἀπολλύουσαι καὶ τοὺς ἄλλους Ἕλληνας, πρὶν κύριον ἐποίησαν τὸν κοινὸν ἐχθρὸν τὴν τε πόλιν τὴν ἡμετέραν εἰς τοὺς ἐσχάτους καταστῆσαι κινδύνους διὰ τῆς δυνάμεως τῆς Λακεδαιμονίων, καὶ πάλιν τὴν ἐκείνων διὰ τῆς πόλεως τῆς ἡμετέρας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi