Thesauros Edebiyat Hitabet Παναθηναικός

Παναθηναικός

Παναθηναικός Isocrates
263 εἴπερ βούλει χαρίσασθαι μὲν τοῖς ἐπιεικεστάτοις τῶν Ἑλλήνων καὶ τοῖς ὡς ἀληθῶς φιλοσοφοῦσιν ἀλλὰ μὴ προσποιουμένοις, λυπῆσαι δὲ τοὺς θαυμάζοντας μὲν τὰ σὰ μᾶλλον τῶν ἄλλων, λοιδορουμένους δὲ τοῖς λόγοις τοῖς σοῖς ἐν τοῖς ὄχλοις τοῖς πανηγυρικοῖς, ἐν οἷς πλείους εἰσὶν οἱ καθεύδοντες τῶν ἀκροωμένων, καὶ προσδοκῶντας, ἢν παρακρούσωνται τοὺς τοιούτους, ἐναμίλλους τοὺς αὑτῶν γενήσεσθαι τοῖς ὑπὸ σοῦ γεγραμμένοις, κακῶς εἰδότας ὅτι πλέον ἀπολελειμμένοι τῶν σῶν εἰσιν ἢ τῆς Ὁμήρου δόξης οἱ περὶ τὴν αὐτὴν ἐκείνῳ ποίησιν γεγονότες.”
264 ταῦτʼ εἰπόντος αὐτοῦ καὶ τοὺς παρόντας ἀξιώσαντος ἀποφήνασθαι περὶ ὧν παρεκλήθησαν, οὐκ ἐθορύβησαν, ὃ ποιεῖν εἰώθασιν ἐπὶ τοῖς χαριέντως διειλεγμένοις, ἀλλʼ ἀνεβόησαν ὡς ὑπερβαλλόντως εἰρηκότος, καὶ περιστάντες αὐτὸν ἐπῄνουν, ἐζήλουν, ἐμακάριζον, καὶ προσθεῖναι μὲν οὐδὲν εἶχον τοῖς εἰρημένοις οὐδʼ ἀφελεῖν, συναπεφαίνοντο δὲ καὶ συνεβούλευόν μοι ποιεῖν ἅπερ ἐκεῖνος παρῄνεσεν.
265 οὐ μὴν οὐδʼ ἐγὼ παρεστὼς ἐσιώπων, ἀλλʼ ἐπῄνεσα τήν τε φύσιν αὐτοῦ καὶ τὴν ἐπιμέλειαν, περὶ δὲ τῶν ἄλλων οὐδὲν ἐφθεγξάμην ὧν εἶπεν, οὔθʼ ὡς ἔτυχε ταῖς ὑπονοίαις τῆς ἐμῆς διανοίας οὔθʼ ὡς διήμαρτεν, ἀλλʼ εἴων αὐτὸν οὕτως ἔχειν ὥσπερ αὐτὸς αὑτὸν διέθηκεν.
266 περὶ μὲν οὖν ὧν ὑπεθέμην ἱκανῶς εἰρῆσθαι νομίζω· τὸ γὰρ ἀναμιμνήσκειν καθʼ ἕκαστον τῶν εἰρημένων οὐ πρέπει τοῖς λόγοις τοῖς τοιούτοις· βούλομαι δὲ διαλεχθῆναι περὶ τῶν ἰδίᾳ μοι περὶ τὸν λόγον συμβεβηκότων. ἐγὼ γὰρ ἐνεστησάμην μὲν αὐτὸν ἔτη γεγονὼς ὅσα περ ἐν ἀρχῇ προεῖπον·
267 ἤδη δὲ τῶν ἡμισέων γεγραμμένων ἐπιγενομένου μοι νοσήματος ῥηθῆναι μὲν οὐκ εὐπρεποῦς, δυναμένου δʼ ἀναιρεῖν οὐ μόνον τοὺς πρεσβυτέρους ἐν τρισὶν ἢ τέτταρσιν ἡμέραις ἀλλὰ καὶ τῶν ἀκμαζόντων πολλούς, τούτῳ διατελῶ τρίʼ ἔτη μαχόμενος, οὕτω φιλοπόνως ἑκάστην τὴν ἡμέραν διάγων, ὥστε τοὺς εἰδότας καὶ τοὺς παρὰ τούτων πυνθανομένους μᾶλλόν με θαυμάζειν διὰ τὴν καρτερίαν ταύτην ἢ διʼ ἃ πρότερον ἐπῃνούμην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi