Thesauros Edebiyat Hitabet Ὀλυνθιακὸς β΄

Ὀλυνθιακὸς β΄

Ὀλυνθιακὸς β΄ Demosthenes
23 ἀλλʼ, οἶμαι, καθήμεθʼ οὐδὲν ποιοῦντες· οὐκ ἔνι δʼ αὐτὸν ἀργοῦντʼ οὐδὲ τοῖς φίλοις ἐπιτάττειν ὑπὲρ αὑτοῦ τι ποιεῖν, μή τί γε δὴ τοῖς θεοῖς. οὐ δὴ θαυμαστόν ἐστιν, εἰ στρατευόμενος καὶ πονῶν ἐκεῖνος αὐτὸς καὶ παρὼν ἐφʼ ἅπασι καὶ μήτε καιρὸν μήθʼ ὥραν παραλείπων ἡμῶν μελλόντων καὶ ψηφιζομένων καὶ πυνθανομένων περιγίγνεται. οὐδὲ θαυμάζω τοῦτʼ ἐγώ· τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν τοῖς πολεμοῦσι προσήκει τοῦ πάντα ποιοῦντος περιῆμεν.
24 ἀλλʼ ἐκεῖνο θαυμάζω, εἰ Λακεδαιμονίοις μέν ποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὑπὲρ τῶν Ἑλληνικῶν δικαίων ἀντήρατε, καὶ πόλλʼ ἰδίᾳ πλεονεκτῆσαι πολλάκις ὑμῖν ἐξὸν οὐκ ἠθελήσατε, ἀλλʼ ἵνʼ οἱ ἄλλοι τύχωσι τῶν δικαίων, τὰ ὑμέτερʼ αὐτῶν ἀνηλίσκετʼ εἰσφέροντες καὶ προυκινδυνεύετε στρατευόμενοι, νυνὶ δʼ ὀκνεῖτʼ ἐξιέναι καὶ μέλλετʼ εἰσφέρειν ὑπὲρ τῶν ὑμετέρων αὐτῶν κτημάτων, καὶ τοὺς μὲν ἄλλους σεσώκατε πολλάκις πάντας καὶ καθʼ ἕνʼ αὐτῶν ἐν μέρει, τὰ δʼ ὑμέτερʼ αὐτῶν ἀπολωλεκότες κάθησθε.
25 ταῦτα θαυμάζω, κἄτι πρὸς τούτοις, εἰ μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δύναται λογίσασθαι πόσον πολεμεῖτε χρόνον Φιλίππῳ, καὶ τί ποιούντων ὑμῶν ὁ χρόνος διελήλυθεν οὗτος. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι μελλόντων αὐτῶν, ἑτέρους τινὰς ἐλπιζόντων πράξειν, αἰτιωμένων ἀλλήλους, κρινόντων, πάλιν ἐλπιζόντων, σχεδὸν ταὔθʼ ἅπερ νυνὶ ποιούντων, ἅπας ὁ χρόνος διελήλυθεν.
26 εἶθʼ οὕτως ἀγνωμόνως ἔχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὥστε διʼ ὧν ἐκ χρηστῶν φαῦλα τὰ πράγματα τῆς πόλεως γέγονεν, διὰ τούτων ἐλπίζετε τῶν αὐτῶν πράξεων ἐκ φαύλων αὐτὰ χρηστὰ γενήσεσθαι; ἀλλʼ οὔτʼ εὔλογον οὔτʼ ἔχον ἐστὶ φύσιν τοῦτό γε· πολὺ γὰρ ῥᾷον ἔχοντας φυλάττειν ἢ κτήσασθαι πάντα πέφυκεν. νῦν δʼ ὅ τι μὲν φυλάξομεν, οὐδέν ἐσθʼ ὑπὸ τοῦ πολέμου λοιπὸν τῶν πρότερον, κτήσασθαι δὲ δεῖ. αὐτῶν οὖν ἡμῶν ἔργον τοῦτʼ ἤδη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi