Thesauros Edebiyat Hitabet κατὰ Φιλίππου β΄

κατὰ Φιλίππου β΄

κατὰ Φιλίππου β΄ Demosthenes
32 οὐχ ἵνʼ εἰς λοιδορίαν ἐμπεσὼν ἐμαυτῷ μὲν ἐξ ἴσου λόγον παρʼ ὑμῖν ποιήσω, τοῖς δʼ ἐμοὶ προσκρούσασιν ἐξ ἀρχῆς καὶ νῦν παράσχω πρόφασιν τοῦ πάλιν τι λαβεῖν παρὰ Φιλίππου, οὐδʼ ἵνʼ ὡς ἄλλως ἀδολεσχῶ· ἀλλʼ οἴομαί ποθʼ ὑμᾶς λυπήσειν ἃ Φίλιππος πράττει μᾶλλον ἢ τὰ νυνί·
33 τὸ γὰρ πρᾶγμʼ ὁρῶ προβαῖνον, καὶ οὐχὶ βουλοίμην ἂν εἰκάζειν ὀρθῶς, φοβοῦμαι δὲ μὴ λίαν ἐγγὺς ᾖ τοῦτʼ ἤδη. ὅταν οὖν μηκέθʼ ὑμῖν ἀμελεῖν ἐξουσία γίγνηται τῶν συμβαινόντων, μηδʼ ἀκούηθʼ ὅτι ταῦτʼ ἐφʼ ὑμᾶς ἐστιν ἐμοῦ μηδὲ τοῦ δεῖνος, ἀλλʼ αὐτοὶ πάντες ὁρᾶτε καὶ εὖ εἰδῆτε, ὀργίλους καὶ τραχεῖς ὑμᾶς ἔσεσθαι νομίζω.
34 φοβοῦμαι δὴ μή, τῶν πρέσβεων σεσιωπηκότων ἐφʼ οἷς αὑτοῖς συνίσασι δεδωροδοκηκότες, τοῖς ἐπανορθοῦν τι πειρωμένοις τῶν διὰ τούτους ἀπολωλότων τῇ παρʼ ὑμῶν ὀργῇ περιπεσεῖν συμβῇ· ὁρῶ γὰρ ὡς τὰ πόλλʼ ἐνίους οὐκ εἰς τοὺς αἰτίους, ἀλλʼ εἰς τοὺς ὑπὸ χεῖρα μάλιστα τὴν ὀργὴν ἀφιέντας.
35 ἕως οὖν ἔτι μέλλει καὶ συνίσταται τὰ πράγματα καὶ κατακούομεν ἀλλήλων, ἕκαστον ὑμῶν καίπερ ἀκριβῶς εἰδόθʼ ὅμως ἐπαναμνῆσαι βούλομαι, τίς ὁ Φωκέας πείσας καὶ Πύλας προέσθαι, ὧν καταστὰς ἐκεῖνος κύριος τῆς ἐπὶ τὴν Ἀττικὴν ὁδοῦ καὶ τῆς εἰς Πελοπόννησον κύριος γέγονεν, καὶ πεποίηχʼ ὑμῖν μὴ περὶ τῶν δικαίων μηδʼ ὑπὲρ τῶν ἔξω πραγμάτων εἶναι τὴν βουλήν, ἀλλʼ ὑπὲρ τῶν ἐν τῇ χώρᾳ καὶ τοῦ πρὸς τὴν Ἀττικὴν πολέμου, ὃς λυπήσει μὲν ἕκαστον, ἐπειδὰν παρῇ, γέγονεν δʼ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
36 εἰ γὰρ μὴ παρεκρούσθητε τόθʼ ὑμεῖς, οὐδὲν ἂν ἦν τῇ πόλει πρᾶγμα· οὔτε γὰρ ναυσὶ δήπου κρατήσας εἰς τὴν Ἀττικὴν ἦλθεν ἄν ποτε στόλῳ Φίλιππος, οὔτε πεζῇ βαδίζων ὑπὲρ τὰς Πύλας καὶ Φωκέας, ἀλλʼ ἢ τὰ δίκαιʼ ἂν ἐποίει καὶ τὴν εἰρήνην ἄγων ἡσυχίαν εἶχεν, ἢ παραχρῆμʼ ἂν ἦν ἐν ὁμοίῳ πολέμῳ διʼ ὃν τότε τῆς εἰρήνης ἐπεθύμησεν.
37 ταῦτʼ οὖν, ὡς μὲν ὑπομνῆσαι, νῦν ἱκανῶς εἴρηται, ὡς δʼ ἂν ἐξετασθείη μάλιστʼ ἀκριβῶς, μὴ γένοιτʼ, ὦ πάντες θεοί· οὐδένα γὰρ βουλοίμην ἔγωγʼ ἄν, οὐδʼ εἰ δίκαιός ἐστʼ ἀπολωλέναι, μετὰ τοῦ πάντων κινδύνου καὶ τῆς ζημίας δίκην ὑποσχεῖν.
← Önceki 7 / 7

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi