Thesauros Edebiyat Hitabet κατὰ Φιλίππου γ΄

κατὰ Φιλίππου γ΄

κατὰ Φιλίππου γ΄ Demosthenes
75 εἰ δʼ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθʼ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.
76 ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω. ὅ τι δʼ ὑμῖν δόξει, τοῦτʼ, ὦ πάντες θεοί, συνενέγκοι.
← Önceki 16 / 16

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi