Thesauros Edebiyat Hitabet περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν

περὶ τῶν συμμοριῶν Demosthenes
10 τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως ᾗ τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις ᾗ τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι·
11 ἐπεὶ δὲ πάσης ἐστὶ παρασκευῆς ὁ αὐτὸς τρόπος καὶ δεῖ ταὔτʼ εἶναι κεφάλαια τῆς δυνάμεως, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι, τοῖς οὖσι συμμάχοις βοηθεῖν, τὰ ὑπάρχοντʼ ἀγαθὰ σῴζειν, τί τοὺς ὁμολογουμένως ἐχθροὺς ἔχοντες ἑτέρους ζητοῦμεν; ἀλλὰ παρασκευασώμεθα μὲν πρὸς αὐτούς, ἀμυνούμεθα δὲ κἀκεῖνον, ἂν ἡμᾶς ἀδικεῖν ἐπιχειρῇ.
12 καὶ νῦν μὲν καλεῖτε πρὸς ὑμᾶς αὐτοὺς τοὺς Ἕλληνας· ἂν δʼ ἃ κελεύουσιν οὗτοι μὴ ποιῆτε, οὐχ ἡδέως ἐνίων ὑμῖν ἐχόντων, πῶς χρὴ προσδοκᾶν τινʼ ὑπακούσεσθαι; ὅτι νὴ Δίʼ ἀκούσονται παρʼ ἡμῶν ὡς ἐπιβουλεύει βασιλεὺς αὐτοῖς. αὐτοὺς δʼ οὐ προορᾶν, ὦ πρὸς τοῦ Διός, οἴεσθε τοῦτο; ἐγὼ μὲν γὰρ οἶμαι. ἀλλʼ οὔπω μείζων ἔσθʼ ὁ φόβος τῶν πρὸς ὑμᾶς καὶ πρὸς ἀλλήλους ἐνίοις διαφορῶν. οὐδὲν οὖν ἀλλʼ ἢ ῥαψῳδήσουσιν οἱ πρέσβεις περιιόντες.
13 τότε δʼ, ἂν ἄρʼ ἃ νῦν οἰόμεθʼ ἡμεῖς πράττηται, οὐδεὶς δήπου τῶν πάντων Ἑλλήνων τηλικοῦτον ἐφʼ αὑτῷ φρονεῖ, ὅστις ὁρῶν ὑμῖν χιλίους μὲν ἱππέας, ὁπλίτας δʼ ὅσους ἂν ἐθέλῃ τις, ναῦς δὲ τριακοσίας, οὐχ ἥξει καὶ δεήσεται, μετὰ τούτων ἀσφαλέστατʼ ἂν ἡγούμενος σωθῆναι. οὐκοῦν ἐκ μὲν τοῦ καλεῖν ἤδη τὸ δεῖσθαι κἂν μὴ τύχητʼ ἀφαμαρτεῖν, ἐκ δὲ τοῦ μετὰ τοῦ παρεσκευάσθαι τὰ ὑμέτερʼ αὐτῶν ἐπισχεῖν δεομένους σῴζειν καὶ εὖ εἰδέναι πάντας ἥξοντάς ἐστιν.
14 ἐγὼ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ταῦτά τε καὶ παραπλήσια τούτοις λογιζόμενος λόγον μὲν οὐδένʼ ἐβουλόμην θρασὺν οὐδʼ ἔχοντα μάταιον μῆκος εὑρεῖν· τὴν μέντοι παρασκευήν, ὅπως ὡς ἄριστα καὶ τάχιστα γενήσεται, πάνυ πολλὰ πράγματʼ ἔσχον σκοπῶν. οἴομαι δὴ δεῖν ἀκούσαντας ὑμᾶς αὐτήν, ἂν ὑμῖν ἀρέσκῃ, ψηφίσασθαι. ἔστι τοίνυν πρῶτον μὲν τῆς παρασκευῆς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μέγιστον, οὕτω διακεῖσθαι τὰς γνώμας ὑμᾶς ὡς ἕκαστον ἑκόντα προθύμως ὅ τι ἂν δέῃ ποιήσοντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi