138
μυρία τοίνυν ἕτερʼ εἰπεῖν ἔχων περὶ αὐτοῦ παραλείπω. καὶ γὰρ οὕτω πως ἔχει. πόλλʼ ἂν ἐγὼ ἔτι τούτων ἔχοιμι δεῖξαι, ὧν οὗτος κατʼ ἐκείνους τοὺς χρόνους τοῖς μὲν ἐχθροῖς ὑπηρετῶν, ἐμοὶ δʼ ἐπηρεάζων εὑρέθη. ἀλλʼ οὐ τίθεται ταῦτα παρʼ ὑμῖν εἰς ἀκριβῆ μνήμην οὐδʼ ἣν προσῆκεν ὀργήν, ἀλλὰ δεδώκατʼ ἔθει τινὶ φαύλῳ πολλὴν ἐξουσίαν τῷ βουλομένῳ τὸν λέγοντά τι τῶν ὑμῖν συμφερόντων ὑποσκελίζειν καὶ συκοφαντεῖν, τῆς ἐπὶ ταῖς λοιδορίαις ἡδονῆς καὶ χάριτος τὸ τῆς πόλεως συμφέρον ἀνταλλαττόμενοι· διόπερ ῥᾷόν ἐστι καὶ ἀσφαλέστερον ἀεὶ τοῖς ἐχθροῖς ὑπηρετοῦντα μισθαρνεῖν ἢ τὴν ὑπὲρ ὑμῶν ἑλόμενον τάξιν πολιτεύεσθαι.
139
καὶ τὸ μὲν δὴ πρὸ τοῦ πολεμεῖν φανερῶς συναγωνίζεσθαι Φιλίππῳ δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος· δότε δʼ, εἰ βούλεσθε, δότʼ αὐτῷ τοῦτο. ἀλλʼ ἐπειδὴ φανερῶς ἤδη τὰ πλοῖʼ ἐσεσύλητο, Χερρόνησος ἐπορθεῖτο, ἐπὶ τὴν Ἀττικὴν ἐπορεύεθʼ ἅνθρωπος, οὐκέτʼ ἐν ἀμφισβητησίμῳ τὰ πράγματʼ ἦν, ἀλλʼ ἐνειστήκει πόλεμος, ὅ τι μὲν πώποτʼ ἔπραξʼ ὑπὲρ ὑμῶν ὁ βάσκανος οὗτος ἰαμβειοφάγος, οὐκ ἂν ἔχοι δεῖξαι, οὐδʼ ἔστιν οὔτε μεῖζον οὔτʼ ἔλαττον ψήφισμʼ οὐδὲν Αἰσχίνῃ περὶ τῶν συμφερόντων τῇ πόλει. εἰ δέ φησι, νῦν δειξάτω ἐν τῷ ἐμῷ ὕδατι. ἀλλʼ οὐκ ἔστιν οὐδέν. καίτοι δυοῖν αὐτὸν ἀνάγκη θάτερον, ἢ μηδὲν τοῖς πραττομένοις ὑπʼ ἐμοῦ τότʼ ἔχοντʼ ἐγκαλεῖν μὴ γράφειν παρὰ ταῦθʼ ἕτερα, ἢ τὸ τῶν ἐχθρῶν συμφέρον ζητοῦντα μὴ φέρειν εἰς μέσον τὰ τούτων ἀμείνω.
140
ἆρʼ οὖν οὐδʼ ἔλεγεν, ὥσπερ οὐδʼ ἔγραφεν, ἡνίκʼ ἐργάσασθαί τι δέοι κακόν; οὐ μὲν οὖν ἦν εἰπεῖν ἑτέρῳ. καὶ τὰ μὲν ἄλλα καὶ φέρειν ἐδύναθʼ, ὡς ἔοικεν, ἡ πόλις καὶ ποιῶν οὗτος λανθάνειν· ἓν δʼ ἐπεξειργάσατʼ, ἄνδρες Ἀθηναῖοι, τοιοῦτον ὃ πᾶσι τοῖς προτέροις ἐπέθηκε τέλος· περὶ οὗ τοὺς πολλοὺς ἀνήλωσε λόγους, τὰ τῶν Ἀμφισσέων τῶν Λοκρῶν διεξιὼν δόγματα, ὡς διαστρέψων τἀληθές. τὸ δʼ οὐ τοιοῦτόν ἐστι· πόθεν; οὐδέποτʼ ἐκνίψει σὺ τἀκεῖ πεπραγμένα σαυτῷ· οὐχ οὕτω πόλλʼ ἐρεῖς.