Thesauros Edebiyat Hitabet ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου Demosthenes
220 τί οὖν; εἴποι τις ἄν, σὺ τοσοῦθʼ ὑπερῆρας ῥώμῃ καὶ τόλμῃ ὥστε πάντα ποιεῖν αὐτός; οὐ ταῦτα λέγω, ἀλλʼ οὕτως ἐπεπείσμην μέγαν εἶναι τὸν κατειληφότα κίνδυνον τὴν πόλιν ὥστʼ οὐκ ἐδόκει μοι χώραν οὐδὲ πρόνοιαν οὐδεμίαν τῆς ἰδίας ἀσφαλείας διδόναι, ἀλλʼ ἀγαπητὸν εἶναι, εἰ μηδὲν παραλιπών τις ἃ δεῖ πράξειεν.
221 ἐπεπείσμην δʼ ὑπὲρ ἐμαυτοῦ, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δʼ ἐπεπείσμην, μήτε γράφοντʼ ἂν ἐμοῦ γράψαι βέλτιον μηδένα μήτε πράττοντα πρᾶξαι μήτε πρεσβεύοντα πρεσβεῦσαι προθυμότερον μηδὲ δικαιότερον. διὰ ταῦτʼ ἐν πᾶσιν ἐμαυτὸν ἔταττον. λέγε τὰς ἐπιστολὰς τὰς τοῦ Φιλίππου.
221 ΕΠΙΣΤΟΛΑΙ.
222 εἰς ταῦτα κατέστησε Φίλιππον ἡ ἐμὴ πολιτεία, Αἰσχίνη· ταύτην τὴν φωνὴν ἐκεῖνος ἀφῆκε, πολλοὺς καὶ θρασεῖς τὰ πρὸ τούτων τῇ πόλει λόγους ἐπαιρόμενος. ἀνθʼ ὧν δικαίως ἐστεφανούμην ὑπὸ τουτωνί, καὶ σὺ παρὼν οὐκ ἀντέλεγες, ὁ δὲ γραψάμενος Διώνδας τὸ μέρος τῶν ψήφων οὐκ ἔλαβεν. καί μοι λέγε ταῦτα τὰ ψηφίσματα τὰ ἀποπεφευγότα, ὑπὸ τούτου δʼ οὐδὲ γραφέντα.
222 ΨΗΦΙΣΜΑΤΑ.
223 ταυτὶ τὰ ψηφίσματʼ, ἄνδρες Ἀθηναῖοι, τὰς αὐτὰς συλλαβὰς καὶ ταὐτὰ ῥήματʼ ἔχει ἅπερ πρότερον μὲν Ἀριστόνικος, νῦν δὲ Κτησιφῶν γέγραφεν οὑτοσί. καὶ ταῦτʼ Αἰσχίνης οὔτʼ ἐδίωξεν αὐτὸς οὔτε τῷ γραψαμένῳ συγκατηγόρησεν. καίτοι τότε τὸν Δημομέλη τὸν ταῦτα γράφοντα καὶ τὸν Ὑπερείδην, εἴπερ ἀληθῆ μου νῦν κατηγορεῖ, μᾶλλον ἂν εἰκότως ἢ τόνδʼ ἐδίωκεν.
224 διὰ τί; ὅτι τῷδε μὲν ἔστʼ ἀνενεγκεῖν ἐπʼ ἐκείνους καὶ τὰς τῶν δικαστηρίων γνώσεις καὶ τὸ τοῦτον αὐτὸν ἐκείνων μὴ κατηγορηκέναι ταὐτὰ γραψάντων ἅπερ οὗτος νῦν, καὶ τὸ τοὺς νόμους μηκέτʼ ἐᾶν περὶ τῶν οὕτω πραχθέντων κατηγορεῖν, καὶ πόλλʼ ἕτερα· τότε δʼ αὐτὸ τὸ πρᾶγμʼ ἂν ἐκρίνετʼ ἐφʼ αὑτοῦ, πρίν τι τούτων προλαβεῖν.
225 ἀλλʼ οὐκ ἦν, οἶμαι, τόθʼ ὃ νυνὶ ποιεῖν, ἐκ παλαιῶν χρόνων καὶ ψηφισμάτων πολλῶν ἐκλέξαντα, ἃ μήτε προῄδει μηδεὶς μήτʼ ἂν ᾠήθη τήμερον ῥηθῆναι, διαβάλλειν, καὶ μετενεγκόντα τοὺς χρόνους καὶ προφάσεις ἀντὶ τῶν ἀληθῶν ψευδεῖς μεταθέντα τοῖς πεπραγμένοις δοκεῖν τι λέγειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi