Thesauros Edebiyat Hitabet ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου

ὑπὲρ Κτησιφῶντος περὶ τοῦ στεφάνου Demosthenes
235 τὰ μὲν τῆς πόλεως οὕτως ὑπῆρχεν ἔχοντα, καὶ οὐδεὶς ἂν ἔχοι παρὰ ταῦτʼ εἰπεῖν ἄλλʼ οὐδέν· τὰ δὲ τοῦ Φιλίππου, πρὸς ὃν ἦν ἡμῖν ὁ ἀγών, σκέψασθε πῶς. πρῶτον μὲν ἦρχε τῶν ἀκολουθούντων αὐτὸς αὐτοκράτωρ, ὃ τῶν εἰς τὸν πόλεμον μέγιστόν ἐστιν ἁπάντων· εἶθʼ οὗτοι τὰ ὅπλʼ εἶχον ἐν ταῖς χερσὶν ἀεί· ἔπειτα χρημάτων ηὐπόρει καὶ ἔπραττεν ἃ δόξειεν αὐτῷ, οὐ προλέγων ἐν τοῖς ψηφίσμασιν, οὐδʼ ἐν τῷ φανερῷ βουλευόμενος, οὐδʼ ὑπὸ τῶν συκοφαντούντων κρινόμενος, οὐδὲ γραφὰς φεύγων παρανόμων, οὐδʼ ὑπεύθυνος ὢν οὐδενί, ἀλλʼ ἁπλῶς αὐτὸς δεσπότης, ἡγεμών, κύριος πάντων.
236 ἐγὼ δʼ ὁ πρὸς τοῦτον ἀντιτεταγμένος (καὶ γὰρ τοῦτʼ ἐξετάσαι δίκαιον) τίνος κύριος ἦν; οὐδενός· αὐτὸ γὰρ τὸ δημηγορεῖν πρῶτον, οὗ μόνου μετεῖχον ἐγώ, ἐξ ἴσου προὐτίθεθʼ ὑμεῖς τοῖς παρʼ ἐκείνου μισθαρνοῦσι καὶ ἐμοί, καὶ ὅσʼ οὗτοι περιγένοιντʼ ἐμοῦ (πολλὰ δʼ ἐγίγνετο ταῦτα, διʼ ἣν ἕκαστον τύχοι πρόφασιν), ταῦθʼ ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι.
237 ἀλλʼ ὅμως ἐκ τοιούτων ἐλαττωμάτων ἐγὼ συμμάχους μὲν ὑμῖν ἐποίησα Εὐβοέας, Ἀχαιούς, Κορινθίους, Θηβαίους, Μεγαρέας, Λευκαδίους, Κερκυραίους, ἀφʼ ὧν μύριοι μὲν καὶ πεντακισχίλιοι ξένοι, δισχίλιοι δʼ ἱππεῖς ἄνευ τῶν πολιτικῶν δυνάμεων συνήχθησαν· χρημάτων δʼ ὅσων ἐδυνήθην ἐγὼ πλείστων συντέλειαν ἐποίησα.
238 εἰ δὲ λέγεις ἢ τὰ πρὸς Θηβαίους δίκαιʼ, Αἰσχίνη, ἢ τὰ πρὸς Βυζαντίους ἢ τὰ πρὸς Εὐβοέας, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγει, πρῶτον μὲν ἀγνοεῖς ὅτι καὶ πρότερον τῶν ὑπὲρ τῶν Ἑλλήνων ἐκείνων ἀγωνισαμένων τριήρων, τριακοσίων οὐσῶν τῶν πασῶν, τὰς διακοσίας ἡ πόλις παρέσχετο, καὶ οὐκ ἐλαττοῦσθαι νομίζουσα οὐδὲ κρίνουσα τοὺς ταῦτα συμβουλεύσαντας οὐδʼ ἀγανακτοῦσʼ ἐπὶ τούτοις ἑωρᾶτο (αἰσχρὸν γάρ), ἀλλὰ τοῖς θεοῖς ἔχουσα χάριν, εἰ κοινοῦ κινδύνου τοῖς Ἕλλησι περιστάντος αὐτὴ διπλάσια τῶν ἄλλων εἰς τὴν ἁπάντων σωτηρίαν παρέσχετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi