Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
45 ἀλλὰ τοῦτον—ἐκ τούτων οὖν τεκμαιρόμενος, ἀναστὰς καὶ παρελθὼν ἐπειρώμην μὲν ἀντιλέγειν, ὡς δʼ ἀκούειν οὐκ ἠθέλετε, ἡσυχίαν ἔσχον, τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνῄσκεσθε) ὅτι ταῦτʼ οὔτʼ οἶδʼ οὔτε κοινωνῶ, προσέθηκα δʼ ὡς οὐδὲ προσδοκῶ. τραχέως δʼ ὑμῶν τῷ μηδὲ προσδοκᾶν σχόντων, καὶ ὅπως γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἔφην, ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή· καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δʼ ἀφίσταμαι.
46 μὴ νῦν, ὑπολαβὼν Αἰσχίνης οὑτοσί, μὴ νῦν ἀφίστασο, ἔφη, ἀλλʼ ὅπως τότε μὴ προσποιήσει. νὴ Δίʼ, ἢ ἀδικήσω γʼ, ἔφην. ἐπαναστὰς δʼ ὁ Φιλοκράτης μάλʼ ὑβριστικῶς οὐδὲν, ἔφη, θαυμαστόν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ ταὔτʼ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν· οὗτος μὲν γὰρ ὕδωρ, ἐγὼ δʼ οἶνον πίνω. καὶ ὑμεῖς ἐγελᾶτε.
47 σκέψασθε δὴ τὸ ψήφισμα, ὃ δίδωσι γράψας μετὰ ταῦθʼ ὁ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. λέγε τὸ ψήφισμα.
47 ΨΗΦΙΣΜΑ.
48 ὁρᾶτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶ τὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν, καὶ ἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν. ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ἐπαγγέλλεσθαι ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο.
49 ἀλλʼ οὗτος ἦν ὁ λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς ὁ Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς ἃ δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει ὁ δῆμος ὁ Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi