Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
97 εἰρήνη μὲν οὖν διʼ ἐκείνους, ἐπικίνδυνος δὲ καὶ σφαλερὰ καὶ ἄπιστος διὰ τούτους γέγονεν δωροδοκήσαντας. εἴργετʼ οὖν, εἴργετʼ αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων, εἰς δὲ τοὺς ὑπὲρ τῶν πεπραγμένων ἐμβιβάζετε. οὐ γὰρ Αἰσχίνης ὑπὲρ τῆς εἰρήνης κρίνεται, οὔ, ἀλλʼ ἡ εἰρήνη διʼ Αἰσχίνην διαβέβληται. σημεῖον δέ· εἰ γὰρ ἡ μὲν εἰρήνη ἐγεγόνει, μηδὲν δʼ ὕστερον ἐξηπάτησθʼ ὑμεῖς μηδʼ ἀπωλώλει τῶν συμμάχων μηδείς, τίνʼ ἀνθρώπων ἐλύπησεν ἂν ἡ εἰρήνη, ἔξω τοῦ ἄδοξος γεγενῆσθαι; καίτοι καὶ τούτου συναίτιος οὗτος συνειπὼν Φιλοκράτει. ἀλλʼ ἀνήκεστόν γʼ οὐδὲν ἂν ἦν γεγονός. νῦν δʼ, οἶμαι, πόλλʼ, ὧν αἴτιος οὗτος.
98 ὅτι μὲν τοίνυν αἰσχρῶς καὶ κακῶς πάντα ταῦθʼ ὑπὸ τούτων ἀπόλωλε καὶ διέφθαρται, οἶμαι πάντας ὑμᾶς εἰδέναι. ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί, τοσοῦτʼ ἀπέχω τοῦ συκοφαντίαν τινὰ τοῖς πράγμασι τούτοις προσάγειν ἢ ὑμᾶς ἀξιοῦν, ὥστʼ εἰ ταῦθʼ ὑπʼ ἀβελτερίας ἢ διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν οὕτω πέπρακται, αὐτός τʼ ἀφίημʼ Αἰσχίνην καὶ ὑμῖν συμβουλεύω.
99 καίτοι τῶν σκήψεων τούτων οὐδεμίʼ ἐστὶ πολιτικὴ οὐδὲ δικαία. οὐδένα γὰρ τὰ κοινὰ πράττειν ὑμεῖς κελεύετε οὐδʼ ἀναγκάζετε· ἀλλʼ ἐπειδάν τις ἑαυτὸν πείσας δύνασθαι προσέλθῃ, πρᾶγμα ποιοῦντες ἀνθρώπων χρηστῶν καὶ φιλανθρώπων, εὐνοϊκῶς δέχεσθε καὶ οὐ φθονερῶς, ἀλλὰ καὶ χειροτονεῖτε καὶ τὰ ὑμέτερʼ αὐτῶν ἐγχειρίζετε.
100 ἐὰν μὲν οὖν κατορθοῖ τις, τιμήσεται καὶ πλέον ἕξει τῶν πολλῶν κατὰ τοῦτο· ἂν δʼ ἀποτυγχάνῃ, σκήψεις καὶ προφάσεις ἐρεῖ; ἀλλʼ οὐ δίκαιον. οὐ γὰρ ἂν ἐξαρκέσειε τοῖς ἀπολωλόσι συμμάχοις οὐδὲ τοῖς παισὶν αὐτῶν οὐδὲ ταῖς γυναιξὶν οὐδὲ τοῖς ἄλλοις διὰ τὴν ἀβελτερίαν τὴν ἐμήν, ἵνα μὴ τὴν τούτου λέγω, τοιαῦτα πεπονθέναι· πολλοῦ γε καὶ δεῖ.
101 ἀλλʼ ὅμως ὑμεῖς ἄφετʼ Αἰσχίνῃ τὰ δεινὰ ταῦτα καὶ ὑπερβάλλοντα, ἂν διʼ εὐήθειαν ἢ διʼ ἄλλην ἄγνοιαν ἡντινοῦν λελυμασμένος φανῇ. ἂν μέντοι διὰ πονηρίαν ἀργύριον λαβὼν καὶ δῶρα, καὶ τοῦτʼ ἐξελεγχθῇ σαφῶς ὑπʼ αὐτῶν τῶν πεπραγμένων, μάλιστα μέν, εἰ οἷόν τʼ, ἀποκτείνατε, εἰ δὲ μή, ζῶντα τοῖς λοιποῖς παράδειγμα ποιήσατε. σκοπεῖτε δὴ τὸν ὑπὲρ τούτων ἔλεγχον, ὡς δίκαιος ἔσται, μεθʼ ὑμῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi