247
ἴστε γὰρ δήπου τοῦθʼ ὅτι ἐν ἅπασι τοῖς δράμασι τοῖς τραγικοῖς ἐξαίρετόν ἐστιν ὥσπερ γέρας τοῖς τριταγωνισταῖς τὸ τοὺς τυράννους καὶ τοὺς τὰ σκῆπτρʼ ἔχοντας εἰσιέναι. ταῦτα τοίνυν ἐν τῷ δράματι τούτῳ σκέψασθʼ ὁ Κρέων Αἰσχίνης οἷα λέγων πεποίηται τῷ ποιητῇ, ἃ οὔτε πρὸς αὑτὸν οὗτος ὑπὲρ τῆς πρεσβείας διελέχθη οὔτε πρὸς τοὺς δικαστὰς εἶπεν. λέγε.
247
ΙΑΜΒΕΙΑ ΣΟΦΟΚΛΕΟΥΣ ΕΞ ΑΝΤΙΓΟΝΗΣ.
247
ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖνψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂνἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλινμὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων,ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλείσας ἔχει,κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·καὶ μείζονʼ ὅστις ἀντὶ τῆς αὑτοῦ πάτραςφίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί,οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶνστείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸςθείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτιἥδʼ ἐστὶν ἡ σῴζουσα, καὶ ταύτης ἔπιπλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. Soph. Ant. 175-190
248
τούτων οὐδὲν Αἰσχίνης εἶπε πρὸς αὑτὸν ἐν τῇ πρεσβείᾳ, ἀλλʼ ἀντὶ μὲν τῆς πόλεως τὴν Φιλίππου ξενίαν καὶ φιλίαν πολλῷ μείζονʼ ἡγήσαθʼ αὑτῷ καὶ λυσιτελεστέραν, ἐρρῶσθαι πολλὰ φράσας τῷ σοφῷ Σοφοκλεῖ, τὴν δʼ ἄτην ὁρῶν στείχουσαν ὁμοῦ, τὴν ἐπὶ Φωκέας στρατείαν, οὐ προεῖπεν οὐδὲ προεξήγγειλεν, ἀλλὰ τοὐναντίον συνέκρυψε καὶ συνέπραξε καὶ τοὺς βουλομένους εἰπεῖν διεκώλυσεν,
249
οὐκ ἀναμνησθεὶς ὅτι ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι τελοῦσα μὲν ἡ μήτηρ αὐτοῦ καὶ καθαίρουσα καὶ καρπουμένη τὰς τῶν χρωμένων οὐσίας ἐξέθρεψε τοσούτους τουτουσί, διδάσκων δʼ ὁ πατὴρ γράμματα, ὡς ἐγὼ τῶν πρεσβυτέρων ἀκούω, πρὸς τῷ τοῦ ἥρω τοῦ ἰατροῦ, ὅπως ἠδύνατο, ἀλλʼ οὖν ἐν ταύτῃ γʼ ἔζη, ὑπογραμματεύοντες δʼ αὐτοὶ καὶ ὑπηρετοῦντες ἁπάσαις ταῖς ἀρχαῖς ἀργύριον εἰλήφεσαν, καὶ τὸ τελευταῖον ὑφʼ ὑμῶν γραμματεῖς χειροτονηθέντες δύʼ ἔτη διετράφησαν ἐν τῇ θόλῳ, πρεσβεύων δʼ ἀπέσταλτο νῦν οὗτος ἐκ ταύτης.