Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
20 ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον ἅπανθʼ ὅσα συμφέρει τῇ πόλει, καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ διεξῆλθε λόγον μακρὸν ὑμῖν, ὃν κατὰ Θηβαίων εἰπεῖν πρὸς Φίλιππον ἔφη, καὶ τὰ κεφάλαιʼ ἀπήγγελλε πρὸς ὑμᾶς, καὶ ἀπελογίζετʼ ἐκ τῶν αὑτῷ πεπρεσβευμένων δυοῖν ἢ τριῶν ἡμερῶν ὑμᾶς, μένοντας οἴκοι καὶ οὐ στρατευομένους οὐδʼ ἐνοχλουμένους, Θήβας μὲν πολιορκουμένας αὐτὰς καθʼ αὑτὰς χωρὶς τῆς ἄλλης Βοιωτίας ἀκούσεσθαι,
21 Θεσπιὰς δὲ καὶ Πλαταιὰς οἰκιζομένας, τῷ θεῷ δὲ τὰ χρήματʼ εἰσπραττόμενʼ οὐ παρὰ Φωκέων, ἀλλὰ παρὰ Θηβαίων τῶν βουλευσάντων τὴν κατάληψιν τοῦ ἱεροῦ· διδάσκειν γὰρ αὐτὸς ἔφη τὸν Φίλιππον ὅτι οὐδὲν ἧττον ἠσεβήκασιν οἱ βεβουλευκότες τῶν ταῖς χερσὶ πραξάντων, καὶ διὰ τοῦτο χρήμαθʼ ἑαυτῷ τοὺς Θηβαίους ἐπικεκηρυχέναι.
22 ἀκούειν δὲ καὶ τῶν Εὐβοέων ἐνίων ἔφη πεφοβημένων καὶ τεταραγμένων τὴν πρὸς τὴν πόλιν οἰκειότητα Φιλίππῳ γεγενημένην, ὅτι οὐ λελήθαθʼ ἡμᾶς, ὦ ἄνδρες πρέσβεις, ἐφʼ οἷς πεποίησθε τὴν εἰρήνην πρὸς Φίλιππον, οὐδʼ ἀγνοοῦμεν ὅτι ὑμεῖς μὲν Ἀμφίπολιν δεδώκατʼ ἐκείνῳ, Φίλιππος δʼ ὑμῖν Εὔβοιαν ὡμολόγηκεν παραδώσειν. εἶναι μέντοι τι καὶ ἄλλο διῳκημένον αὑτῷ, οὐ μήν πω τοῦτο βούλεσθαι λέγειν· καὶ γὰρ νῦν φθονεῖν τινὰς αὑτῷ τῶν συμπρέσβεων. ὑπῃνίττετο δʼ οὕτω καὶ παρεδήλου τὸν Ὠρωπόν.
23 εὐδοκιμῶν δʼ ἐπὶ τούτοις εἰκότως, καὶ δοκῶν καὶ ῥήτωρ ἄριστος εἶναι καὶ ἀνὴρ θαυμαστός, κατέβη μάλα σεμνῶς. ἀναστὰς δʼ ἐγὼ ταῦτά τʼ οὐκ ἔφην εἰδέναι καὶ ἅμʼ ἐπειρώμην τι λέγειν τούτων ὧν εἰς τὴν βουλὴν ἀπήγγειλα. καὶ παραστὰς ὁ μὲν ἔνθεν, ὁ δʼ ἔνθεν, οὑτοσὶ καὶ Φιλοκράτης, ἐβόων, ἐξέκρουόν με, τελευτῶντες ἐχλεύαζον. ὑμεῖς δʼ ἐγελᾶτε, καὶ οὔτʼ ἀκούειν ἠθέλετʼ οὔτε πιστεύειν ἐβούλεσθʼ ἄλλα πλὴν ἃ οὗτος ἀπηγγέλκει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi