Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
255 ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖταιαἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρηΠαλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει.αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσινἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμονὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσαςεὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ. πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι. οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίωνφειδόμενοι κλέπτουσιν ἐφʼ ἁρπαγῇ ἄλλοθεν ἄλλος,οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,ἣ σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα,τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη.τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,εἰς δὲ κακὴν ταχέως ἤλυθε δουλοσύνην,ἢ στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει,ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυτρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶνἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες. οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ,αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι,ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,εἰ καί τις φεύγων ἐν μυχῷ ᾖ θαλάμου.ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει,καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα,εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργαπραΰνει, παύει δʼ ἔργα διχοστασίης,παύει δʼ ἀργαλέης ἔριδος χόλον· ἔστι δʼ ὑπʼ αὐτῆςπάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά. Solon
256 ἀκούετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, περὶ τῶν τοιούτων ἀνθρώπων οἷα Σόλων λέγει, καὶ περὶ τῶν θεῶν, οὕς φησι τὴν πόλιν σῴζειν. ἐγὼ δʼ ἀεὶ μὲν ἀληθῆ τὸν λόγον τοῦτον ἡγοῦμαι καὶ βούλομαι, ὡς ἄρʼ οἱ θεοὶ σῴζουσιν ἡμῶν τὴν πόλιν· τρόπον δέ τινʼ ἡγοῦμαι καὶ τὰ νῦν συμβεβηκότα πάντʼ ἐπὶ ταῖς εὐθύναις ταυταισὶ δαιμονίας τινὸς εὐνοίας ἔνδειγμα τῇ πόλει γεγενῆσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi