Thesauros Edebiyat Hitabet περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας

περὶ τῆς παραπρεσβείας Demosthenes
317 ἦν δʼ οὐδὲν μᾶλλον μέγʼ αὐτῷ καθʼ ὑμῶν οὐδʼ οὕτω πρᾶξαι, εἰ μὴ Φωκέας ἀπολεῖ. τοῦτο δʼ οὐκ ἦν εὔπορον· συνῆκτο γὰρ αὐτῷ τὰ πράγματα, ὥσπερ ἐκ τύχης, εἰς καιρὸν τοιοῦτον, ὥστʼ ἢ μηδὲν ὧν ἐβούλετʼ εἶναι διαπράξασθαι, ἢ ἀνάγκην εἶναι ψεύσασθαι κἀπιορκῆσαι καὶ μάρτυρας τῆς αὑτοῦ κακίας πάντας Ἕλληνας καὶ βαρβάρους ποιήσασθαι.
318 εἰ μὲν γὰρ προσδέξαιτο Φωκέας συμμάχους καὶ μεθʼ ὑμῶν τοὺς ὅρκους αὐτοῖς ἀποδοίη, τοὺς πρὸς Θετταλοὺς καὶ Θηβαίους ὅρκους παραβαίνειν εὐθὺς ἀναγκαῖον ἦν, ὧν τοῖς μὲν τὴν Βοιωτίαν συνεξαιρήσειν ὠμωμόκει, τοῖς δὲ τὴν πυλαίαν συγκαταστήσειν· εἰ δὲ μὴ προσδέχοιτο, ὥσπερ οὐ προσίετο, οὐκ ἐάσειν ὑμᾶς παρελθεῖν αὐτὸν ἡγεῖτο, ἀλλὰ βοηθήσειν εἰς Πύλας, ὅπερ, εἰ μὴ παρεκρούσθητε, ἐποιήσατʼ ἄν· εἰ δὲ τοῦτο γένοιτο, οὐκ ἐνεῖναι παρελθεῖν ἐλογίζετο.
319 καὶ τοῦτʼ οὐ παρʼ ἄλλων αὐτὸν ἔδει πυθέσθαι, ἀλλʼ αὐτὸς ὑπῆρχε μάρτυς ἑαυτῷ τοῦ πράγματος· ὅτε γὰρ Φωκέας ἐκράτησε τὸ πρῶτον καὶ διέφθειρε τοὺς ξένους αὐτῶν καὶ τὸν ἡγούμενον καὶ στρατηγοῦντʼ Ὀνόμαρχον, τότε τῶν ὄντων ἀνθρώπων ἁπάντων οὐδενός, οὔθʼ Ἕλληνος οὔτε βαρβάρου, Φωκεῦσι βοηθήσαντος πλὴν ὑμῶν, οὐχ ὅπως παρῆλθεν ἢ διεπράξαθʼ ὧν ἐβουλήθη τι παρελθών, ἀλλʼ οὐδὲ προσελθεῖν ἐγγὺς ἐδυνήθη.
320 ᾔδει δὴ σαφῶς, οἶμαι, τοῦθʼ ὅτι νῦν, ἡνίκʼ ἐστασίαζε μὲν αὐτῷ τὰ Θετταλῶν, καὶ Φεραῖοι πρῶτον οὐ συνηκολούθουν, ἐκρατοῦντο δὲ Θηβαῖοι καὶ μάχην ἥττηντο καὶ τρόπαιον ἀπʼ αὐτῶν εἱστήκει, οὐκ ἔνεστι παρελθεῖν, εἰ βοηθήσεθʼ ὑμεῖς, οὐδʼ, ἂν ἐπιχειρῇ, χαιρήσει, εἰ μή τις τέχνη προσγενήσεται. πῶς οὖν μήτε ψεύσωμαι φανερῶς, μήτʼ ἐπιορκεῖν δόξας πάνθʼ ἃ βούλομαι διαπράξωμαι; πῶς; οὕτως, ἂν Ἀθηναίων τινὰς εὕρω τοὺς Ἀθηναίους ἐξαπατήσοντας· ταύτης γὰρ οὐκέτʼ ἐγὼ τῆς αἰσχύνης κληρονομῶ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi